§6.1.1στήσαντες δʼ ἐπὶ τούτων τὴν διήγησιν τὸν ὑπὲρ τῆς Ῥωμαίων πολιτείας συστησόμεθα λόγον, §6.1.2ᾧ κατὰ τὸ συνεχὲς ὑποδείξομεν ὅτι μέγιστα συνεβάλετʼ αὐτοῖς ἡ τοῦ πολιτεύματος ἰδιότης πρὸς τὸ μὴ μόνον ἀνακτήσασθαι τὴν Ἰταλιωτῶν καὶ Σικελιωτῶν δυναστείαν, ἔτι δὲ τὴν Ἰβήρων προσλαβεῖν καὶ Κελτῶν ἀρχήν, §6.1.3ἀλλὰ τὸ τελευταῖον καὶ πρὸς τὸ κρατήσαντας τῷ πολέμῳ Καρχηδονίων ἔννοιαν σχεῖν τῆς τῶν ὅλων ἐπιβολῆς.
我们在这一阶段结束叙述,转而对罗马的国制展开讨论,在此讨论中,我们将在接下来的叙述中指明,其政体的独特性最有力地帮助了他们,使他们不仅收复了对意大利人和西西里人的统治权,而且进一步取得了对伊比利亚人和凯尔特人的统治权,甚至最终使他们在战争中战胜迦太基人,从而萌生了吞并天下的企图。
[πολψβ. ιιι, 2, 6].
[πολψβ. ιιι, 2, 6]。
§6.1.4ὅταν δὲ τὰς Ἑλληνικὰς πράξεις τὰς κατὰ τὴν αὐτὴν ὀλυμπιάδα γενομένας διεξιόντες ἐπιστῶμεν τοῖς καιροῖς τούτοις, τότʼ ἤδη προθέμενοι ψιλῶς τὸν ὑπὲρ αὐτῆς τῆς Ῥωμαίων πολιτείας ποιησόμεθα λόγον, §6.1.5νομίζοντες οὐ μόνον πρὸς τὴν τῆς ἱστορίας σύνταξιν οἰκείαν εἶναι τὴν περὶ αὐτῆς ἐξήγησιν, ἀλλὰ καὶ πρὸς τὰς τῶν πολιτευμάτων διορθώσεις καὶ κατασκευὰς μεγάλα συμβάλλεσθαι τοῖς φιλομαθοῦσι καὶ πραγματικοῖς τῶν ἀνδρῶν [ιδεμ ιιι, 118, 11].
而当我们在详细阐述发生在同一奥林匹亚期内的希腊事务并到达这一时期时,我们那时便会按照既定的设想,专门对罗马政体本身展开论述,因为我们认为,关于该政体的阐释不仅适合历史的撰写结构,而且能为那些好学且务实的人士在改善和确立各种政体时提供巨大的帮助 [ιδεμ ιιι, 118, 11]。
καὶ τί δήποτʼ ἔστι τὸ αἴτιον, §6.1.6ἀπορήσαι τις ἄν, ὅτι κεκρατηκότες οἱ Ῥωμαῖοι τῶν ὅλων καὶ πολλαπλασίαν ἔχοντες ὑπεροχὴν νῦν ἢ πρόσθεν οὔτʼ ἂν πληρῶσαι τοσαύτας ναῦς οὔτʼ ἀναπλεῦσαι τηλικούτοις στόλοις δυνηθεῖεν;
究竟是什么原因,有人可能会感到困惑:既然罗马人已经统治了天下,并且现在拥有的绝对优势比以前高出许多倍,为什么他们既不能装备同样多的战船,也不能率领如此庞大的舰队出航?
§6.1.7οὐ μὲν ἀλλὰ περὶ μὲν ταύτης τῆς ἀπορίας σαφῶς ἐξέσται τὰς αἰτίας κατανοεῖν, ὅταν ἐπὶ τὴν ἐξήγησιν αὐτῶν τῆς πολιτείας ἔλθωμεν.
不过,关于这个疑问,当我们进入对他们政体的阐释时,就能够清楚地领会其原因。
[ιδεμ ι, 64, 1].
[ιδεμ ι, 64, 1]。
ὑπὲρ τούτου δὲ τοῦ μέρους §6.1.8εἴρηται πρότερον ἡμῖν διὰ πλειόνων ἐν τοῖς περὶ τῆς πολιτείας.
至于这一部分,我们先前已在关于政体的论述中作了较详细的说明。
[ιδεμ χ, 16, 7].
[ιδεμ χ, 16, 7]。
τοῦτο §6.1.9δʼ ἔστι, καθάπερ ἡμῖν ἐν τοῖς περὶ τῆς πολιτείας εἴρηται, τῶν τριῶν ἓν σύστημα, διʼ ὧν συμβαίνει τὰς ἐπιφανεστάτας θυσίας ἐν τῇ Ῥώμῃ συντελεῖσθαι τοῖς θεοῖς.
而这正如我们在关于政体的论述中所说的,是三个体系中的一个,通过这些体系,罗马最显赫的向神明祭祀的仪式得以举行。
[ιδεμ χχι, 1013, 11].
[ιδεμ χχι, 1013, 11]。