Humanitext Reader

波利比奥斯 · 历史 §6.17.1-6.17.9

民众通过公共工程与审判对元老院的依附

第 494 段,共 1311 段 · 希腊语

内容简介

说明公民大会在经济和司法上对元老院的依附关系,指出元老院掌握着公共工程合同和审判官选任的决定权,并提及执政官在战场上的绝对权威。

§6.17.1ὁμοίως γε μὴν πάλιν ὁ δῆμος ὑπόχρεώς ἐστι τῇ συγκλήτῳ, καὶ στοχάζεσθαι ταύτης ὀφείλει καὶ κοινῇ καὶ κατʼ ἰδίαν.
同样,另一方面,公民大会也受制于元老院,无论在公共事务还是私人事务中,都必须迎合其意愿。
§6.17.2πολλῶν γὰρ ἔργων ὄντων τῶν ἐκδιδομένων ὑπὸ τῶν τιμητῶν διὰ πάσης Ἰταλίας εἰς τὰς ἐπισκευὰς καὶ κατασκευὰς τῶν δημοσίων, ἅ τις οὐκ ἂν ἐξαριθμήσαιτο ῥᾳδίως, πολλῶν δὲ ποταμῶν, λιμένων, κηπίων, μετάλλων, χώρας, συλλήβδην ὅσα πέπτωκεν ὑπὸ τὴν Ῥωμαίων δυναστείαν, §6.17.3πάντα χειρίζεσθαι συμβαίνει τὰ προειρημένα διὰ τοῦ πλήθους, καὶ σχεδὸν ὡς ἔπος εἰπεῖν πάντας ἐνδεδέσθαι ταῖς ὠναῖς καὶ ταῖς ἐργασίαις ταῖς ἐκ τούτων· §6.17.4οἱ μὲν γὰρ ἀγοράζουσι παρὰ τῶν τιμητῶν αὐτοὶ τὰς ἐκδόσεις, οἱ δὲ κοινωνοῦσι τούτοις, οἱ δʼ ἐγγυῶνται τοὺς ἠγορακότας, οἱ δὲ τὰς οὐσίας διδόασι περὶ τούτων εἰς τὸ δημόσιον.
因为由监察官在整个意大利境内发包用于公共设施修缮和建设的工程多不胜数,此外还有许多河流、港口、庭园、矿山和土地——简而言之,凡是落入罗马人统治下的所有财产,前述的所有这些事务,恰好都是通过大众来管理和运做的,而且几乎可以说,所有人都在这些事务中卷入了包税和承包工程的契约关系。 因为有些人亲自从监察官那里购买承包权,有些人与这些人合伙,有些人为购买者作保,还有些人为此将自己的财产抵押给国库。
§6.17.5ἔχει δὲ περὶ πάντων τῶν προειρημένων τὴν κυρίαν τὸ συνέδριον·
然而,元老院对上述所有事务拥有绝对决定权。
καὶ γὰρ χρόνον δύναται δοῦναι καὶ συμπτώματος γενομένου κουφίσαι καὶ τὸ παράπαν ἀδυνάτου τινὸς συμβάντος ἀπολῦσαι τῆς ἐργωνίας.
因为元老院不仅可以给予宽限期,在发生灾祸时减轻负担,甚至在发生完全无法履行的情况时,免除他们的承包合同。
§6.17.6καὶ πολλὰ δή τινʼ ἐστίν, ἐν οἷς καὶ βλάπτει μεγάλα καὶ πάλιν ὠφελεῖ τοὺς τὰ δημόσια χειρίζοντας ἡ σύγκλητος· ἡ γὰρ ἀναφορὰ τῶν προειρημένων γίνεται πρὸς ταύτην.
事实上,在许多情况下,元老院既能对管理公共财产的人造成巨大的损害,相反也能给予他们巨大的帮助;因为上述事务的申诉与裁决都是提交给元老院的。
§6.17.7τὸ δὲ μέγιστον, ἐκ ταύτης ἀποδίδονται κριταὶ τῶν πλείστων καὶ τῶν δημοσίων καὶ τῶν ἰδιωτικῶν συναλλαγμάτων, ὅσα μέγεθος ἔχει τῶν ἐγκλημάτων.
而最重要的一点是,在绝大多数无论公私、只要案情重大的民刑事诉讼和合约纠纷中,审判官都是从元老院中选任出来的。
§6.17.8διὸ πάντες εἰς τὴν ταύτης πίστιν ἐνδεδεμένοι, καὶ δεδιότες τὸ τῆς χρείας ἄδηλον, εὐλαβῶς ἔχουσι πρὸς τὰς ἐνστάσεις καὶ τὰς ἀντιπράξεις τῶν τῆς συγκλήτου βουλημάτων.
因此,由于所有人都依附于元老院的信用,并且惧于未来可能需要其协助的不确定性,他们对于违抗或反对元老院的意愿持极其审慎的态度。
§6.17.9ὁμοίως δὲ καὶ πρὸς τὰς τῶν ὑπάτων ἐπιβολὰς δυσχερῶς ἀντιπράττουσι διὰ τὸ κατʼ ἰδίαν καὶ κοινῇ πάντας ἐν τοῖς ὑπαίθροις ὑπὸ τὴν ἐκείνων πίπτειν ἐξουσίαν.
同样,他们也极少违抗执政官的计划,因为在战场上宿营时,所有人无论在个人还是集体上,都处于执政官的绝对权力之下。

词汇与语法注释

  1. §6.17.2πολλῶν γὰρ ἔργων ὄντων — 分析了从 §6.17.2 到 §6.17.3 的长句结构。§6.17.2 由一系列属格绝对结构的名词短语(πολλῶν ἔργων ὄντων ... πολλῶν δὲ ποταμῶν...)构成,这些短语在 §6.17.3 中被总结为对格不定式句的主语 πάντα τὰ προειρημένα,并由非人称动词 συμβαίνει 引导。
  2. §6.17.7τὸ δὲ μέγιστον — 置于句首的中性对格短语,作为修饰整个句子的“副词性对格(同位语的一种)”发挥作用,意思是“而最重要的一点是”。
  3. §6.17.9ἐν τοῖς ὑπαίθροις — 形容词 ὕπαιθρος(露天的、室外的)的中性复数名词化形式。在军事语境中,这是一个惯用表达,意为“在野外(战场上)”、“在营地中”或“在出征中”。

引用这一段

波利比奥斯, 历史 §6.17.1-6.17.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:6.17.1-6.17.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。