§6.16.1ἥ γε μὴν σύγκλητος πάλιν, ἡ τηλικαύτην ἔχουσα δύναμιν, πρῶτον μὲν ἐν τοῖς κοινοῖς πράγμασιν ἀναγκάζεται προσέχειν τοῖς πολλοῖς καὶ στοχάζεσθαι τοῦ δήμου, §6.16.2τὰς δʼ ὁλοσχερεστάτας καὶ μεγίστας ζητήσεις καὶ διορθώσεις τῶν ἁμαρτανομένων κατὰ τῆς πολιτείας, οἷς θάνατος ἀκολουθεῖ τὸ πρόστιμον, οὐ δύναται συντελεῖν, ἂν μὴ συνεπικυρώσῃ τὸ προβεβουλευμένον ὁ δῆμος.
另一方面,拥有如此巨大权力的元老院,首先在公共事务中也被迫要关注大众,并迎合公民大会的意愿;至于针对危害国家安全、且以死刑为伴随处罚的罪行所进行的极重要且最大规模的调查和纠正,如果公民大会不同意批准预先决议的事项,元老院便无法予以执行。
§6.16.3ὁμοίως δὲ καὶ περὶ τῶν εἰς ταύτην ἀνηκόντων·
同样,关于涉及元老院的事项也是如此。
ἐὰν γάρ τις εἰσφέρῃ νόμον, ἢ τῆς ἐξουσίας ἀφαιρούμενός τι τῆς ὑπαρχούσης τῇ συγκλήτῳ κατὰ τοὺς ἐθισμοὺς ἢ τὰς προεδρίας καὶ τιμὰς καταλύων αὐτῶν ἢ καὶ νὴ Δία ποιῶν ἐλαττώματα περὶ τοὺς βίους. πάντων ὁ δῆμος γίνεται τῶν τοιούτων καὶ θεῖναι καὶ μὴ κύριος.
因为如果有人提出一项法律,或是剥夺根据惯例属于元老院的某项现有权力,或是取消他们的优先席位和荣誉,甚至——凭天神起誓——造成他们生计上的损失,对于所有此类法律,无论是制定还是否决,其决定权都在于公民大会。
§6.16.4τὸ δὲ συνέχον, ἐὰν εἷς ἐνίστηται τῶν δημάρχων, οὐχ οἷον ἐπὶ τέλος ἄγειν τι δύναται τῶν διαβουλίων ἡ σύγκλητος, ἀλλʼ οὐδὲ συνεδρεύειν ἢ συμπορεύεσθαι τὸ παράπαν — §6.16.5ὀφείλουσι δʼ ἀεὶ ποιεῖν οἱ δήμαρχοι τὸ δοκοῦν τῷ δήμῳ καὶ μάλιστα στοχάζεσθαι τῆς τούτου βουλήσεως — διὸ πάντων τῶν προειρημένων χάριν δέδιε τοὺς πολλοὺς καὶ προσέχει τῷ δήμῳ τὸν νοῦν ἡ σύγκλητος.
而最关键的是,只要有一位护民官表示反对,元老院不仅无法将任何商议的事项贯彻到底,甚至根本无法举行会议或召集集会—— 而护民官始终有义务去做公民大会认为合适的事情,并尤其要迎合其意志——因此,由于上述所有原因,元老院畏惧大众,并密切关注公民大会的动向。