§5.95.1ἅμα δὲ τοῖς προειρημένοις Σκερδιλαΐδας, νομίζων ὑπὸ τοῦ βασιλέως ἀδικεῖσθαι διὰ τό τινα τῶν χρημάτων ἐλλείπειν αὐτῷ τῶν κατὰ τὰς συντάξεις ὁμολογηθέντων, ἃς ἐποιήσατο πρὸς Φίλιππον, ἐξαπέστειλε λέμβους πεντεκαίδεκα, μετὰ δόλου ποιούμενος τὴν ἐπιβολὴν τῆς κομιδῆς τῶν χρημάτων·
与前述事件同时,斯克尔迪莱达斯认为自己受到国王的不公正对待,因为在他与菲利普达成的协定中所约定的资金有一部分尚未支付,于是他派遣了十五艘快速船,企图以欺诈手段收回这笔资金。
§5.95.2οἳ καὶ κατέπλευσαν εἰς Λευκάδα, πάντων αὐτοὺς ὡς φιλίους προσδεχομένων διὰ τὴν γεγενημένην κοινοπραγίαν.
这些船只驶入莱乌卡斯,由于此前曾共同行动,所有人都将他们作为盟友接待。
§5.95.3ἄλλο μὲν οὖν οὐκ ἔφθασαν οὐδὲν ἐργάσασθαι κακὸν οὐδʼ ἐδυνήθησαν, Ἀγαθίνῳ δὲ καὶ Κασσάνδρῳ τοῖς Κορινθίοις ἐπιπλέουσι ταῖς Ταυρίωνος ναυσὶ καὶ συγκαθορμισθεῖσιν ὡς φίλοις μετὰ τεττάρων πλοίων, παρασπονδήσαντες ἐπέθεντο, καὶ συλλαβόντες αὐτούς τε καὶ τὰ πλοῖα πρὸς Σκερδιλαΐδαν ἀπέπεμψαν.
因此,他们没能也无法做出任何其他危害,但是当科林斯人阿加蒂诺斯和卡萨恩德罗斯乘坐塔乌里翁的船只、带着四艘船作为朋友一同停泊时,他们违背协定袭击了他们,并逮捕了他们和船只,送往斯克尔迪莱达斯处。
§5.95.4μετὰ δὲ ταῦτα ποιησάμενοι τὴν ἀναγωγὴν ἐκ τῆς Λευκάδος καὶ πλεύσαντες ὡς ἐπὶ Μαλέας ἐλῄζοντο καὶ κατῆγον τοὺς ἐμπόρους.
此后,他们从莱乌卡斯启航,向马雷阿角方向驶去,沿途劫掠并扣留商船。
ἤδη δὲ τοῦ θερισμοῦ συνάπτοντος, §5.95.5καὶ τῶν περὶ τὸν Ταυρίωνα κατολιγωρούντων τῆς τῶν ἄρτι ῥηθεισῶν πόλεων προφυλακῆς, Ἄρατος μὲν ἔχων τοὺς ἐπιλέκτους ἐφήδρευε τῇ τοῦ σίτου κομιδῇ περὶ τὴν Ἀργείαν,
此时收割季节已经临近,且由于塔乌里翁及其部下疏于防守刚才提到的那些城市,阿拉托斯便率领精锐部队在阿耳戈斯地区周围护卫麦收。
§5.95.6Εὐριπίδας δὲ τοὺς Αἰτωλοὺς ἔχων ἐξώδευσε, βουλόμενος κατασῦραι τὴν τῶν Τριταιέων χώραν.
此时,欧里庇得率领埃托利亚人出击,企图劫掠特里泰亚人的土地。
§5.95.7οἱ δὲ περὶ Λύκον καὶ Δημόδοκον τὸν τῶν Ἀχαιῶν ἱππάρχην συνέντες τὴν ἐκ τῆς Ἤλιδος τῶν Αἰτωλῶν ἔξοδον, ἐπισυναγαγόντες τοὺς Δυμαίους καὶ τοὺς Πατρεῖς καὶ Φαραιεῖς, σὺν δὲ τούτοις ἔχοντες τοὺς μισθοφόρους, ἐνέβαλον εἰς τὴν Ἠλείαν.
吕科斯和阿开亚人的骑兵长官德莫多科斯察觉到埃托利亚人从埃利斯出击后,召集了迪美、帕特莱和法赖的人民,并带着雇佣兵,入侵了埃利斯地区。
§5.95.8παραγενόμενοι δʼ ἐπὶ τὸ Φύξιον καλούμενον τοὺς μὲν εὐζώνους καὶ τοὺς ἱππεῖς ἐφῆκαν εἰς τὴν καταδρομήν, τὰ δὲ βαρέα τῶν ὅπλων ἔκρυψαν περὶ τὸν προειρημένον τόπον.
他们到达被称为皮克西翁的地方,派出轻装步兵和骑兵进行劫掠,而将重装步兵埋伏在上述地点周围。
§5.95.9ἐκβοηθησάντων δὲ πανδημεὶ τῶν Ἠλείων ἐπὶ τοὺς κατατρέχοντας καὶ προσκειμένων τοῖς ἀποχωροῦσιν, ἐξαναστάντες οἱ περὶ τὸν Λύκον ἐπέθεντο τοῖς προπεπτωκόσι.
当埃利斯人全员出动救援以对抗劫掠者,并对撤退者展开追击时,吕科斯及其部下从伏击中一跃而起,袭击了那些突出的敌人。
§5.95.10τῶν δʼ Ἠλείων οὐ δεξαμένων τὴν ὁρμήν, ἀλλʼ ἐξ ἐπιφανείας τραπέντων, ἀπέκτειναν μὲν αὐτῶν εἰς διακοσίους, ζωγρίᾳ δʼ ἔλαβον ὀγδοήκοντα, συνεκόμισαν δὲ καὶ τὴν περιελαθεῖσαν λείαν ἀσφαλῶς.
埃利斯人无法承受这股冲击,刚一接触便败退了,于是他们击杀了其中大约两百人,生擒了八十人,并安全地收回了被驱赶的战利品。
§5.95.11ἅμα δὲ τούτοις ὁ ναύαρχος τῶν Ἀχαιῶν ποιησάμενος ἀποβάσεις πλεονάκις εἴς τε τὴν Καλυδωνίαν καὶ Ναυπακτίαν τήν τε χώραν κατέσυρε καὶ τὴν βοήθειαν αὐτῶν συνέτριψε δίς.
与此同时,阿开亚人的海军将领多次在卡吕冬和纳乌帕克托斯登陆,劫掠其土地,并两次击溃了他们的救援部队。
§5.95.12ἔλαβε δὲ καὶ Κλεόνικον τὸν Ναυπάκτιον, ὃς διὰ τὸ πρόξενος ὑπάρχειν τῶν Ἀχαιῶν παραυτὰ μὲν οὐκ ἐπράθη, μετὰ δέ τινα χρόνον ἀφείθη χωρὶς λύτρων.
他还俘获了纳乌帕克托斯人克莱奥尼科斯,此人因为是阿开亚人的国宾保护人,当时并未被立即卖掉,而是在一段时间后被无赎金释放。