§5.97.1κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Φίλιππος ὁ βασιλεὺς κατελάβετο Βυλάζωρα, μεγίστην οὖσαν πόλιν τῆς Παιονίας καὶ λίαν εὐκαίρως κειμένην πρὸς τὰς εἰσβολὰς τὰς ἀπὸ τῆς Δαρδανικῆς εἰς Μακεδονίαν, ὥστε διὰ τῆς πράξεως ταύτης σχεδὸν ἀπολελύσθαι τοῦ φόβου τοῦ κατὰ Δαρδανίους·
大约在同一时间,菲利普国王占领了比拉佐拉,这是派奥尼亚最大的城市,而且地理位置对于从达尔达尼亚入侵马其顿的通道而言极其有利,因此通过这一行动,他几乎完全免除了对达尔达尼亚人的恐惧。
§5.97.2οὐ γὰρ ἔτι ῥᾴδιον ἦν αὐτοῖς ἐμβαλεῖν εἰς Μακεδονίαν κρατοῦντος Φιλίππου τῶν εἰσόδων διὰ τῆς προειρημένης πόλεως.
因为只要菲利普控制着经过上述城市的通道,他们就很难再入侵马其顿。
§5.97.3ἀσφαλισάμενος δὲ ταύτην Χρυσόγονον μὲν ἐξαπέστειλε κατὰ σπουδὴν ἐπισυνάξοντα τοὺς ἄνω Μακεδόνας,
确保该城安全后,他火速派克里索戈努斯去召集上马其顿人。
§5.97.4αὐτὸς δὲ παραλαβὼν τοὺς ἐκ τῆς Βοττίας καὶ τῆς Ἀμφαξίτιδος ἧκεν ἔχων εἰς Ἔδεσσαν.
他自己则带领来自波提亚和安法克西提斯的士兵来到埃德萨。
προσδεξάμενος δʼ ἐνταῦθα τοὺς μετὰ Χρυσογόνου Μακεδόνας ἐξώρμησε μετὰ πάσης τῆς δυνάμεως, καὶ παρῆν ἑκταῖος εἰς Λάρισαν.
在那里迎候了克里索戈努斯率领的马其顿人后,他率领全军出发,于第六天抵达拉里萨。
§5.97.5κατὰ δὲ τὸ συνεχὲς ἐνεργῷ νυκτοπορίᾳ χρησάμενος ὑπὸ τὴν ἑωθινὴν ἧκε πρὸς Μελίτειαν, καὶ προσθεὶς τὰς κλιμακίδας τοῖς τείχεσι κατεπείραζε τῆς πόλεως.
随后,他通过连续且紧张的夜间行军,在黎明前抵达美利泰亚,并将梯子架在城墙上,企图强攻该城。
§5.97.6τῷ μὲν οὖν αἰφνιδίῳ καὶ παραδόξῳ κατεπλήξατο τοὺς Μελιταιεῖς, ὥστε ῥᾳδίως ἂν κρατῆσαι τῆς πόλεως· τῷ δὲ παρὰ πολὺ γενέσθαι τὰς κλίμακας ἐλάττους τῆς χρείας διεψεύσθη τῆς
尽管他以突然和出乎意料的袭击惊吓了美利泰亚人,以至于本可以轻易攻占该城,但由于梯子远远短于所需,他的期望落空了。