§5.94.1μετὰ δὲ τὰς διαλύσεις ταύτας ἀναζεύξας αὐτὸς μὲν ἧκε πρὸς τὴν τῶν Ἀχαιῶν σύνοδον, τοὺς δὲ μισθοφόρους συνέστησε Λύκῳ τῷ Φαραιεῖ, διὰ τὸ τοῦτον ὑποστράτηγον εἶναι τότε τῆς συντελείας τῆς πατρικῆς.
达成这些和解之后,阿拉托斯本人便拔营前往参加阿开亚人的集会,而将雇佣兵交由法赖的吕科斯指挥,因为此人当时是其本乡联邦分区的副将军。
§5.94.2οἱ δʼ Ἠλεῖοι, δυσαρεστούμενοι τῷ Πυρρίᾳ, πάλιν ἐπεσπάσαντο στρατηγὸν παρὰ τῶν Αἰτωλῶν Εὐριπίδαν.
另一方面,埃利斯人因对普里亚斯感到不满,再次从埃托利亚人那里请来欧里庇得担任将军。
§5.94.3ὃς τηρήσας τὴν τῶν Ἀχαιῶν σύνοδον, καὶ παραλαβὼν ἱππεῖς μὲν ἑξήκοντα, πεζοὺς δὲ δισχιλίους, ἐξώδευσε, καὶ διελθὼν διὰ τῆς Φαραϊκῆς κατέδραμε τὴν χώραν ἕως τῆς Αἰγιάδος.
他窥伺着阿开亚人集会的机会,率领六十名骑兵和两千名步兵出击,穿过法赖地区,一路劫掠土地直至埃吉亚斯地区。
§5.94.4περιελασάμενος δὲ λείαν ἱκανὴν ἐποιεῖτο τὴν ἀποχώρησιν ὡς ἐπὶ Λεόντιον.
在驱赶了大量战利品之后,他开始向莱翁蒂翁方向撤退。
§5.94.5οἱ δὲ περὶ τὸν Λύκον συνέντες τὸ γεγονὸς ἐβοήθουν κατὰ σπουδήν, συνάψαντες δὲ τοῖς πολεμίοις καὶ συμμίξαντες ἐξ ἐφόδου κατέβαλον μὲν αὐτῶν εἰς τετρακοσίους, ζωγρίᾳ δʼ ἔλαβον εἰς διακοσίους,
吕科斯及其部下察觉到所发生的事情后火速驰援,他们追上敌人并从正面发起突袭,击杀了他们中的大约四百人,并生擒了大约二百人。
§5.94.6ἐν οἷς ἦσαν ἐπιφανεῖς ἄνδρες Φυσσίας, Ἀντάνωρ, Κλέαρχος, Ἀνδρόλοχος, Εὐανορίδας, Ἀριστογείτων, Νικάσιππος, Ἀσπάσιος·
在这些人中包括菲西亚斯、安塔诺尔、克莱阿尔科斯、安德罗洛科斯、埃瓦诺里达斯、阿里斯托格伊通、尼卡西波斯、阿斯帕修斯等杰出人物。
τῶν δʼ ὅπλων καὶ τῆς ἀποσκευῆς ἐκυρίευσαν πάσης.
同时,他们缴获了敌人的全部武器和行李。
§5.94.7κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς ὁ τῶν Ἀχαιῶν ναύαρχος ἐξοδεύσας εἰς Μολυκρίαν, ἧκεν ἔχων οὐ πολὺ λείποντα τῶν ἑκατὸν σωμάτων.
就在同一时期,阿开亚人的海军将领出兵莫里克里亚,带回了将近一百名俘虏。
§5.94.8αὖτις δʼ ὑποστρέψας ἔπλευσε πρὸς Χάλκειαν, τῶν δʼ ἐκβοηθησάντων ἐκυρίευσε δύο μακρῶν πλοίων αὐτάνδρων· ἔλαβε δὲ καὶ κέλητα περὶ τὸ Ῥίον Αἰτωλικὸν ὁμοῦ τῷ πληρώματι.
随后他折返航行至哈尔克亚,连同船员在内俘获了两艘出击救援的战船;此外,他还在埃托利亚的里翁附近捕获了一艘快速船及其全体船员。
§5.94.9συνδραμόντων δὲ τῶν τε κατὰ γῆν καὶ τῶν κατὰ θάλατταν λαφύρων περὶ τοὺς αὐτοὺς καιρούς, καὶ συναχθείσης ἀπὸ τούτων προσόδου καὶ χορηγίας ἱκανῆς, ἐγένετο τοῖς τε στρατιώταις θάρσος ὑπὲρ τῆς τῶν ὀψωνίων κομιδῆς ταῖς τε πόλεσιν ἐλπὶς ὑπὲρ τοῦ μὴ βαρυνθήσεσθαι ταῖς εἰσφοραῖς.
陆上与海上的战利品差不多在同一时期汇聚,并由此筹集到了充足的收益与军资,这使得士兵们对获得军饷有了信心,各城市也对免受战争税的重压抱有了希望。