§5.9.1καὶ ἕως μὲν τούτου πάντα κατὰ τοὺς τοῦ πολέμου· νόμους καλῶς καὶ δικαίως ἐπράττετο· τὰ δὲ μετὰ ταῦτα πῶς χρὴ λέγειν οὐκ οἶδα.
在此之前,一切行径都是按照战争法体面且公正地进行的;但对于此后发生的事,我不知该如何表述。
§5.9.2λαβόντες γὰρ ἔννοιαν τῶν ἐν Δίῳ καὶ Δωδώνῃ πεπραγμένων τοῖς Αἰτωλοῖς, τάς τε στοὰς ἐνεπίμπρασαν καὶ τὰ λοιπὰ τῶν ἀναθημάτων διέφθειρον, ὄντα πολυτελῆ ταῖς κατασκευαῖς καὶ πολλῆς ἐπιμελείας ἔνια τετευχότα καὶ δαπάνης.
因为他们想起了阿托利亚人在迪乌姆和多多纳的暴行,便放火烧毁了回廊,并摧毁了其余的奉纳物。 这些奉纳物工艺考究、造价高昂,有些更是倾注了极大的心血与资金。
§5.9.3οὐ μόνον δὲ τῷ πυρὶ κατελυμήναντο τὰς ὀροφάς, ἀλλὰ καὶ κατέσκαψαν εἰς ἔδαφος.
他们不仅用大火毁坏了屋顶,还将其夷为平地。
ἀνέτρεψαν δὲ καὶ τοὺς ἀνδριάντας, ὄντας οὐκ ἐλάττους δισχιλίων· πολλοὺς δὲ καὶ διέφθειραν, πλὴν ὅσοι θεῶν ἐπιγραφὰς ἢ τύπους εἶχον· τῶν δὲ τοιούτων ἀπέσχοντο.
他们还推倒了不下两千尊雕像,毁坏了其中许多,但那些刻有神明铭文或塑有神明形象的除外,他们对这类雕像未予触碰。
§5.9.4κατέγραφον δʼ εἰς τοὺς τοίχους καὶ τὸν περιφερόμενον στίχον, ἤδη τότε τῆς ἐπιδεξιότητος τῆς Σάμου φυομένης, ὃς ἦν υἱὸς μὲν Χρυσογόνου, σύντροφος δὲ τοῦ βασιλέως.
他们还在墙上写下了当时正在流传的诗句,这是由萨莫斯创作的,当时他的才华已初露锋芒,他是克律索戈诺斯之子,也是国王的同乳兄弟。
§5.9.5ὁ δὲ στίχος ἦν
ὁρᾷς τὸ δῖον οὗ βέλος διέπτατο;
那诗句是: “你可看见那神圣之地,矢石曾掠空而过?
§5.9.6καὶ μεγίστη δὴ καὶ παράστασις ἐπὶ τούτοις εἶχε τόν τε βασιλέα καὶ τοὺς περὶ αὐτὸν φίλους, ὡς δικαίως ταῦτα πράττοντας καὶ καθηκόντως, ἀμυνομένους τοῖς ὁμοίοις τὴν τῶν Αἰτωλῶν περὶ τὸ Δῖον ἀσέβειαν.
” 在这些事情上,国王及其身边的亲信确实抱有极大的信念,认为他们所做的一切既公正又合乎本分,是以同样的方式对阿托利亚人在迪乌姆的忤逆进行报复。
ἐμοὶ δὲ τἀναντία δοκεῖ τούτων.
但在我看来,事实恰恰相反。
§5.9.7εἰ δʼ ὀρθὸς ὁ λόγος, σκοπεῖν ἐν μέσῳ πάρεστι, χρωμένους οὐχ ἑτέροις τισίν, ἀλλὰ τοῖς ἐξ αὐτῆς τῆς οἰκίας ταύτης παραδείγμασιν.
至于此言是否正确,我们大可居中观察,无需引用旁证,只需以该王室自身的先例为证。
§5.9.8Ἀντίγονος ἐκ παρατάξεως νικήσας μάχῃ Κλεομένην τὸν βασιλέα τῶν Λακεδαιμονίων ἐγκρατὴς ἐγένετο καὶ τῆς Σπάρτης, §5.9.9αὐτός τʼ ὢν κύριος ὃ βούλοιτο χρῆσθαι καὶ τῇ πόλει καὶ τοῖς ἐμπολιτευομένοις, τοσοῦτον ἀπεῖχε τοῦ κακῶς ποιεῖν τοὺς γεγονότας ὑποχειρίους ὡς ἐκ τῶν ἐναντίων ἀποδοὺς τὸ πάτριον πολίτευμα καὶ τὴν ἐλευθερίαν, καὶ τῶν μεγίστων ἀγαθῶν αἴτιος γενόμενος καὶ κοινῇ καὶ κατʼ ἰδίαν Λακεδαιμονίοις, οὕτως εἰς τὴν οἰκείαν ἀπηλλάγη.
安提柯在决战中击败了拉刻代蒙人的国王克里昂米尼,从而也掌控了斯巴达;尽管他本人完全有权对这座城市及其公民为所欲为,但他非但没有加害这些沦为阶下囚的人,反而相反地恢复了他们祖传的政体与自由,并在公私两方面都成为拉刻代蒙人极大福祉的造就者,随后便如此返回了本国。
§5.9.10τοιγαροῦν οὐ μόνον ἐκρίθη παρʼ αὐτὸν τὸν καιρὸν εὐεργέτης, ἀλλὰ καὶ μεταλλάξας σωτήρ, οὐδὲ παρὰ μόνοις Λακεδαιμονίοις, ἀλλὰ παρὰ πᾶσι τοῖς Ἕλλησιν ἀθανάτου τέτευχε τιμῆς καὶ δόξης ἐπὶ
因此,他不仅在当时被视为“恩人”,而且在去世后被尊为“救主”,不仅在拉刻代蒙人中,而且在所有希腊人中都赢得了不朽的尊荣与光辉……