Humanitext Reader

波利比奥斯 · 历史 §5.87.1-5.87.9

安条克的求和与一年的休战协定

第 451 段,共 1311 段 · 希腊语

内容简介

战败后的安条克因担心局势恶化及阿凯乌斯的袭击而求和,而生性懒散的托勒密则欣然接受了为期一年的休战协定并返回亚历山大里亚;安条克随后转而准备讨伐阿凯乌斯。

§5.87.1Ἀντίοχος δὲ παραγενόμενος εἰς τὴν ἐπώνυμον αὑτοῦ πόλιν εὐθέως ἐξέπεμψε τοὺς περὶ τὸν Ἀντίπατρον τὸν ἀδελφιδοῦν καὶ Θεόδοτον τὸν ἡμιόλιον πρεσβευτὰς πρὸς τὸν Πτολεμαῖον ὑπὲρ εἰρήνης καὶ διαλύσεως, ἀγωνιῶν τὴν τῶν ὑπεναντίων ἔφοδον·
安条克抵达了以自己名字命名的城市,因担心敌军的入侵,立即向托勒密派出了由他的外甥安提帕特以及“赫米奥利奥斯”的奥多托斯率领的使节,以求和平与和解。
§5.87.2ἠπίστει μὲν γὰρ τοῖς ὄχλοις διὰ τὸ γεγονὸς ἐλάττωμα περὶ αὐτόν, ἐφοβεῖτο δὲ τὸν Ἀχαιὸν μὴ συνεπίθηται τοῖς καιροῖς.
因为他因自己所遭受的失败而不信任民众,并且担心阿凯乌斯会趁此机会袭击他。
§5.87.3Πτολεμαῖος δὲ τούτων οὐδὲν συλλογιζόμενος, ἀλλʼ ἀσμενίζων ἐπὶ τῷ γεγονότι προτερήματι διὰ τὸ παράδοξον καὶ συλλήβδην ἐπὶ τῷ Κοίλην Συρίαν ἐκτῆσθαι παραδόξως, οὐκ ἀλλότριος ἦν τῆς ἡσυχίας, ἀλλʼ ὑπὲρ τὸ δέον οἰκεῖος, ἑλκόμενος ὑπὸ τῆς συνήθους ἐν τῷ βίῳ ῥᾳθυμίας καὶ καχεξίας.
然而,托勒密对这些事情未作任何考量,反倒因为这次胜利的出乎意料、总之因为意外获得了柯里叙利亚而感到高兴,他非但不排斥安宁,反而逾越分寸地乐于偏安,因为他被自己日常生活中一贯的懒散和骄奢淫逸所牵制。
§5.87.4πλὴν παραγενομένων τῶν περὶ τὸν Ἀντίπατρον, βραχέα προσαναταθεὶς καὶ καταμεμψάμενος ἐπὶ τοῖς πεπραγμένοις τὸν Ἀντίοχον, συνεχώρησε σπονδὰς ἐνιαυσίους.
尽管如此,当安提帕特一行人抵达时,他稍作恐吓,并对安条克的所作所为加以指责后,便同意了为期一年的停战协定。
§5.87.5καὶ τούτοις μὲν ἐπικυρώσοντα τὰς διαλύσεις συνεξαπέστειλε Σωσίβιον, §5.87.6αὐτὸς δὲ διατρίψας ἐπὶ τρεῖς μῆνας ἐν τοῖς κατὰ Συρίαν καὶ Φοινίκην τόποις καὶ καταστησάμενος τὰς πόλεις, μετὰ ταῦτα καταλιπὼν τὸν Ἀνδρόμαχον τὸν Ἀσπένδιον στρατηγὸν ἐπὶ πάντων τῶν προειρημένων τόπων ἀνέζευξε μετὰ τῆς ἀδελφῆς καὶ τῶν φίλων ἐπʼ Ἀλεξανδρείας, §5.87.7παράδοξον τοῖς ἐν τῇ βασιλείᾳ πρὸς τὴν τοῦ λοιποῦ βίου προαίρεσιν τέλος ἐπιτεθεικὼς τῷ πολέμῳ.
并派遣索西比乌斯与他们一同前去批准该和约,他自己则在叙利亚和腓尼基地区逗留了三个月,整顿了各城市的秩序,此后留下阿斯朋多斯人安德罗马科斯作为上述所有地区的统帅,然后与他的妹妹及朋友们一同启程返回亚历山大里亚,从而给这场战争画上了一个对国内臣民而言出乎意料、但却与其余生的人生抉择相吻合的句号。
§5.87.8Ἀντίοχος δὲ τὰ περὶ τὰς σπονδὰς ἀσφαλισάμενος πρὸς τὸν Σωσίβιον, §5.87.9ἐγίνετο κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν περὶ τὴν ἐπὶ τὸν Ἀχαιὸν παρασκευήν.
而安条克在与索西比乌斯落实了停战条款之后,便按照最初的计划,致力于对付阿凯乌斯的准备工作。
τὰ μὲν οὖν κατὰ τὴν Ἀσίαν ἐν τούτοις ἦν.
至此,亚洲方面的局势便是如此。

词汇与语法注释

  1. §5.87.1τοὺς περὶ τὸν Ἀντίπατρον — 希腊语中的常用表达,意为“安提帕特及其随从”或“安提帕特代表团”,此处指由安提帕特本人率领的整个使节团。
  2. §5.87.2μὴ συνεπίθηται — 由表示恐惧的动词 ἐφοβεῖτο 引导的虚拟语气(过去不定时中动态单数第三人称),构成表示担忧的从句(“担心他会趁机袭击……”)。
  3. §5.87.3ἐπὶ τῷ ... ἐκτῆσθαι — 由介词 ἐπί 引导的中性单数与格冠词 τῷ 加上现在完成时不定式 ἐκτῆσθαι(源自 κτάομαι)构成的冠词不定式结构,表示原因(“因为获得了……”)。
  4. §5.87.5ἐπικυρώσοντα — 将来时主动分词的阳性单数宾格,修饰直接宾语 Σωσίβιον,与表示派遣的动词(συνεξαπέστειλε)连用以表示目的(“为了去批准”)。
  5. §5.87.7παράδοξον ... τέλος ἐπιτεθεικὼς τῷ πολέμῳ — 完成时主动分词 ἐπιτεθεικὼς 的直接宾语是 τέλος,由 παράδοξον 修饰。介词短语 πρὸς... 修饰或限定该“结局”(τέλος),说明虽然对臣民而言是出乎意料的,但从他余生的人生抉择来看是相符的。

引用这一段

波利比奥斯, 历史 §5.87.1-5.87.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.87.1-5.87.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。