Humanitext Reader

波利比奥斯 · 历史 §5.82.1-5.82.13

拉菲亚战役中两军的战斗布阵

第 446 段,共 1311 段 · 希腊语

内容简介

在对峙五天之后,托勒密与安条克双方决定开战,并详细地将各自的方阵、骑兵及战象部队部署在左右两翼与中央。

§5.82.1οἱ δὲ βασιλεῖς πένθʼ ἡμέρας ἀντιστρατοπεδεύσαντες ἀλλήλοις, ἔγνωσαν ἀμφότεροι διὰ μάχης κρίνειν τὰ πράγματα.
两位国王在互相安营对峙了五天之后,双方都决定通过战斗来解决争端。
§5.82.2καταρχομένων δὲ τῶν περὶ τὸν Πτολεμαῖον κινεῖν τὴν δύναμιν ἐκ τοῦ χάρακος, εὐθέως οἱ περὶ τὸν Ἀντίοχον ἀντεξῆγον.
当托勒密一方开始将军队开出营垒时,安条克一方也立即率军出击相迎。
καὶ τὰς μὲν φάλαγγας ἀμφότεροι καὶ τοὺς ἐπιλέκτους τοὺς εἰς τὸν Μακεδονικὸν τρόπον καθωπλισμένους κατὰ πρόσωπον ἀλλήλων ἔταξαν,
双方都将各自的方阵以及按马其顿方式武装的精锐部队部署在互相面对的位置。
§5.82.3τὰ δὲ κέρατα Πτολεμαίῳ μὲν ἑκάτερα τουτονὶ συνίστατο τὸν τρόπον. Πολυκράτης μὲν εἶχε μετὰ τῶν ὑφʼ ἑαυτὸν ἱππέων τὸ λαιὸν κέρας· §5.82.4τούτου δὲ καὶ τῆς φάλαγγος μεταξὺ Κρῆτες ἦσαν παρʼ αὐτοὺς τοὺς ἱππεῖς, ἑξῆς δὲ τούτοις τὸ βασιλικὸν ἄγημα, μετὰ δὲ τούτους οἱ μετὰ Σωκράτους πελτασταί, συνάπτοντες τοῖς Λίβυσι τοῖς εἰς τὸν Μακεδονικὸν τρόπον καθωπλισμένοις.
在托勒密这边,两翼的部署方式如下:波利克拉特斯率领他麾下的骑兵镇守左翼;在这支骑兵与方阵之间部署着克里特人,紧挨着骑兵本人,紧接其后的是国王禁卫军,再往后是索克拉特斯率领的轻盾兵,与按马其顿方式武装的利比亚人相接。
§5.82.5ἐπὶ δὲ τοῦ δεξιοῦ κέρως Ἐχεκράτης ἦν ὁ Θετταλός, ἔχων τοὺς ὑφʼ αὑτὸν ἱππεῖς· παρὰ δὲ τοῦτον ἐκ τῶν εὐωνύμων. §5.82.6ἵσταντο Γαλάται καὶ Θρᾷκες· ἑξῆς δὲ τούτοις Φοξίδας εἶχε τοὺς ἀπὸ τῆς Ἑλλάδος μισθοφόρους, συνάπτοντας τοῖς τῶν Αἰγυπτίων φαλαγγίταις.
在右翼则是色萨利人埃克克拉特斯,率领他麾下的骑兵;而在他的身旁,朝向左侧,部署着加拉太人和色雷斯人;紧接其后的是福克西达斯率领的来自希腊的雇佣兵,与埃及人的方阵兵相接。
§5.82.7τῶν δὲ θηρίων τὰ μὲν τετταράκοντα κατὰ τὸ λαιὸν ἦν, ἐφʼ οὗ Πτολεμαῖος αὐτὸς ἔμελλε ποιεῖσθαι τὸν κίνδυνον, τὰ δὲ τριάκοντα καὶ τρία πρὸ τοῦ δεξιοῦ κέρατος ἐτέτακτο κατʼ αὐτοὺς τοὺς μισθοφόρους ἱππεῖς.
在这些战象中,四十头部署在左翼,托勒密本人准备在此亲自参战;另外三十三头则部署在右翼前方,正对着那些雇佣骑兵。
§5.82.8Ἀντίοχος δὲ τοὺς μὲν ἑξήκοντα τῶν ἐλεφάντων, ἐφʼ ὧν ἦν Φίλιππος ὁ σύντροφος αὐτοῦ, πρὸ τοῦ δεξιοῦ κέρατος προέστησε, καθʼ ὃ ποιεῖσθαι τὸν κίνδυνον αὐτὸς ἔμελλε πρὸς τοὺς περὶ τὸν Πτολεμαῖον· §5.82.9τούτων δὲ κατόπιν δισχιλίους μὲν ἱππεῖς τοὺς ὑπʼ Ἀντίπατρον ταττομένους ἐπέστησε, δισχιλίους δʼ ἐν ἐπικαμπίῳ παρενέβαλε.
安条克则将六十头战象置于右翼前方,由他的乳兄弟菲利普指挥,他本人准备在该翼亲自与托勒密的军队交战;在这批战象后方,他部署了在安提帕特指挥下的两千名骑兵,并在侧翼折角部署了另外两千名骑兵。
§5.82.10παρὰ δὲ τοὺς ἱππεῖς ἐν μετώπῳ τοὺς Κρῆτας ἔστησε· τούτοις δʼ ἑξῆς ἔταξε τοὺς ἀπὸ τῆς Ἑλλάδος μισθοφόρους· μετὰ δὲ τούτων καὶ τῶν εἰς τὸν Μακεδονικὸν τρόπον καθωπλισμένων τοὺς μετὰ Βυττάκου τοῦ Μακεδόνος ὄντας πεντακισχιλίους παρενέβαλε.
在骑兵身旁的正面,他部署了克里特人;紧接其后部署了来自希腊的雇佣兵;在这些雇佣兵与按马其顿方式武装的士兵之间,他插入了马其顿人比塔科斯率领的五千名士兵。
§5.82.11τῆς δʼ εὐωνύμου τάξεως ἐπʼ αὐτὸ μὲν τὸ κέρας ἔθηκε δισχιλίους ἱππεῖς, ὧν ἡγεῖτο Θεμίσων, παρὰ δὲ τούτους Κάρδακας καὶ Λυδοὺς ἀκοντιστάς, ἑξῆς δὲ τούτοις τοὺς ὑπὸ Μενέδημον εὐζώνους, ὄντας εἰς τρισχιλίους, §5.82.12μετὰ δὲ τούτους Κισσίους καὶ Μήδους καὶ Καρμανίους, παρὰ δὲ τούτους Ἄραβας ἅμα τοῖς προσχώροις, συνάπτοντας τῇ φάλαγγι.
在左翼阵列中,他在翼侧最边缘部署了由塞米松指挥的两千名骑兵,在他们身旁是卡尔达克斯人和吕底亚投枪手,紧接其后的是梅内德莫斯麾下的轻装兵,约有三千人,在这些人之后是基西亚人、米底人和卡尔马尼亚人,在他们身旁是阿拉伯人及其邻近部族,与方阵相接。
§5.82.13τὰ δὲ κατάλοιπα τῶν θηρίων τοῦ λαιοῦ κέρατος προεβάλετο, τῶν βασιλικῶν τινα γεγονότα παίδων ἐπιστήσας Μυΐσκον.
其余的战象则部署在左翼前方,并任命曾任国王侍童的缪伊斯科斯为他们的指挥官。

词汇与语法注释

  1. 5.82.4συνάπτοντας — 从上下文来看,此处本应使用主格复数形式 συνάπτοντες 以与主语 οἱ πελτασταί 一致,但文本中却出现了宾格复数形式 συνάπτοντας。这是波利比乌斯文体中常见的格不一致现象(受附近宾格名词同化的影响,或是句子结构松弛的结果)。在 §5.82.6 和 §5.82.12 中,也出现了同样结构的宾格 συνάπτοντας。
  2. 5.82.9ἐν ἐπικαμπίῳ — 军事技术术语,意为“呈折角状部署”,指在战线边缘以一定角度折曲部署兵力,以保护己方侧翼不被包围,或是准备包围敌人的侧翼。
  3. 5.82.13τῶν βασιλικῶν τινα γεγονότα παίδων — 动词 γίγνομαι 的完成时分词 γεγονότα 支配属格 τῶν βασιλικῶν παίδων(“国王的侍童”),意为“出身于国王侍童的人”。不定代词 τινα 与 Μυΐσκον 呈同格,用以说明缪伊斯科斯的出身。

引用这一段

波利比奥斯, 历史 §5.82.1-5.82.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.82.1-5.82.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。