Humanitext Reader

波利比奥斯 · 历史 §5.7.1-5.7.12

拒绝拖延企图与强行进军塞尔莫斯

第 371 段,共 1311 段 · 希腊语

内容简介

莱翁蒂乌斯一行试图拖延行军以给阿托利亚人时间,但腓力国王听从了阿拉托斯一行的敦促,继续快速前进,穿过湖畔的狭窄通道向塞尔莫斯进发。

§5.7.1οἱ δὲ περὶ τὸν Λεόντιον κατὰ δύο τρόπους ὁρῶντες τὸν μὲν Φίλιππον καθιξόμενον τῆς προθέσεως, τοὺς δʼ Αἰτωλοὺς ἀδυνατήσοντας τοῖς παροῦσι, καθʼ ἕνα μὲν ᾗ ταχεῖα καὶ παράδοξος ἡ τῶν Μακεδόνων ἐγεγόνει παρουσία, §5.7.2καθʼ ἕτερον δʼ ᾗ πρός γε τὸν ἐν τοῖς Θέρμοις τόπον οὐδέποτʼ ἂν ὑπολαβόντες Αἰτωλοὶ τολμῆσαι τὸν Φίλιππον οὕτω προχείρως αὑτὸν δοῦναι διὰ τὰς ὀχυρότητας τῶν τόπων ἔμελλον ἀπρονόητοι καὶ παντελῶς ἀπαράσκευοι ληφθήσεσθαι πρὸς τὸ συμβαῖνον·
莱翁蒂乌斯一行从两个方面看出腓力将实现其意图,而阿托利亚人将无法应对眼前的局势:一方面,由于马其顿人的到来迅速而令人始料未及;另一方面,由于阿托利亚人因地势险要,绝不会料到腓力敢于如此轻易地投身于塞尔莫斯境内,因而他们必然会在毫无防备、完全没有准备的情况下被突发事件打个措手不及。
§5.7.3εἰς ἃ βλέποντες, καὶ τηροῦντες τὴν ἑαυτῶν πρόθεσιν, ᾤοντο δεῖν τὸν Φίλιππον περὶ τὸν Ἀχελῷον στρατοπεδεύσαντα προσαναπαῦσαι τὴν δύναμιν ἐκ τῆς νυκτοπορίας, σπουδάζοντες βραχεῖάν γε τοῖς Αἰτωλοῖς ἀναστροφὴν δοῦναι πρὸς τὴν βοήθειαν.
考虑到这些情况,并坚持他们自己的意图,他们认为腓力应当在阿克洛奥斯河畔安营扎寨,让军队在夜间行军后稍作休息,他们极力想给阿托利亚人留出哪怕是一点点简短的喘息时间以组织救援。
§5.7.4οἱ δὲ περὶ τὸν Ἄρατον, θεωροῦντες τὸν μὲν καιρὸν ὀξὺν ὄντα τῆς ἐπιβολῆς, τοὺς δὲ περὶ τὸν Λεόντιον προδήλως ἐμποδίζοντας, διεμαρτύροντο τὸν Φίλιππον μὴ παριέναι τὸν καιρὸν μηδὲ καταμέλλειν.
另一方面,阿拉托斯一行看到行动的时机紧迫,而莱翁蒂乌斯一行显然是在阻挠,便极力敦促腓力不要错失良机,也不要拖延。
§5.7.5οἷς καὶ πεισθεὶς ὁ βασιλεύς, καὶ προσκόπτων ἤδη τοῖς περὶ τὸν Λεόντιον, ἐποιεῖτο τὴν πορείαν κατὰ τὸ συνεχές.
国王听从了他们的劝说,并且当时已经对莱翁蒂乌斯一行产生反感,于是继续行军。
§5.7.6διαβὰς δὲ τὸν Ἀχελῷον ποταμὸν προῆγε συντόνως ὡς ἐπὶ τὸν Θέρμον· ἅμα δὲ προάγων ἐδῄου καὶ κατέφθειρε τὴν χώραν.
渡过阿克洛奥斯河后,他朝着塞尔莫斯快速推进;在前进的同时,他劫掠并摧毁了该地区。
§5.7.7παρῄει δʼ ἐκ μὲν εὐωνύμων ἀπολιπὼν Στράτον, Ἀγρίνιον, Θεστιεῖς, ἐκ δὲ δεξιῶν Κωνώπην, Λυσιμάχειαν, Τριχώνιον, Φύταιον.
他行军通过,左侧留下了斯特拉托斯、阿格里尼翁、塞斯提埃斯,右侧留下了科诺佩、吕西马基亚、特里科尼翁、菲泰翁。
§5.7.8ἀφικόμενος δὲ πρὸς πόλιν τὴν καλουμένην Μέταπαν, ἣ κεῖται μὲν ἐπʼ αὐτῆς τῆς Τριχωνίδος λίμνης καὶ τῶν παρὰ ταύτην στενῶν, ἀπέχει δὲ σχεδὸν ἑξήκοντα στάδια τοῦ προσαγορευομένου Θέρμου, §5.7.9ταύτην μὲν ἐκλιπόντων τῶν Αἰτωλῶν εἰσαγαγὼν πεντακοσίους στρατιώτας κατεῖχε, βουλόμενος ἐφεδρείᾳ χρήσασθαι πρός τε τὴν εἴσοδον καὶ τὴν ἔξοδον τὴν ἐκ τῶν στενῶν — §5.7.10ἔστι γὰρ πᾶς ὁ παρὰ τὴν λίμνην τόπος ὀρεινὸς καὶ τραχύς, συνηγμένος ταῖς ὕλαις· διὸ καὶ παντελῶς στενὴν καὶ δυσδίοδον ἔχει τὴν πάροδον — §5.7.11μετὰ δὲ ταῦτα τοὺς μὲν μισθοφόρους προθέμενος πάσης τῆς πορείας, ἐπὶ δὲ τούτοις τοὺς Ἰλλυριούς, ἑξῆς δὲ τοὺς πελταστὰς καὶ φαλαγγίτας ἔχων προῆγε διὰ τῶν στενῶν, ἀπουραγούντων μὲν αὐτῷ τῶν Κρητῶν, δεξιῶν δὲ παρὰ πλάγια τῶν Θρᾳκῶν καὶ ψιλῶν ἀντιπαραπορευομένων ταῖς χώραις.
随后他抵达了名为美塔帕的城市,该城坐落在特里科尼斯湖畔及其旁的隘口处,距离被称为塞尔莫斯的地方大约有六十斯塔德,由于阿托利亚人已经遗弃了这座城市,他便派入五百名士兵加以占领,意图将其作为进出隘口的后备保障—— 因为湖畔的整个地区多山且崎岖,林木茂密,因此通道极为狭窄且难以通行—— 随后,他让雇佣兵在整个行军队伍的最前面开路,其后是伊利里亚人,接着率领轻盾兵和方阵兵穿过隘口,由克里特人殿后,而色雷斯人和轻装兵则在右侧侧翼并排通过该地区。
§5.7.12τὴν μὲν γὰρ ἐκ τῶν εὐωνύμων ἐπιφάνειαν τῆς πορείας ἠσφάλισθʼ ἡ λίμνη σχεδὸν ἐπὶ τριάκοντα στάδια.
因为左侧行军的安全在接近三十斯塔德的距离内都由湖泊所保障。

词汇与语法注释

  1. §5.7.1κατὰ δύο τρόπους — 此短语引入了莱翁蒂乌斯一行预见腓力将实现目标而阿托利亚人将无法抵抗的两个原因,具体由接下来的 `καθʼ ἕνα μὲν ᾗ...` 和 `καθʼ ἕτερον δʼ ᾗ...` 从句展开说明。
  2. §5.7.2οὐδέποτʼ ἂν ὑπολαβόντες — 语气词 `ἄν` 为分词 `ὑπολαβόντες`(“绝不可能料到”)赋予了潜在或假设的语气。它修饰分词的含义,而非主要动词 `ἔμελλον`,以此强调阿托利亚人完全不可能预料到此事。
  3. §5.7.3εἰς ἃ βλέποντες — 关系代词 `ἃ` 指代前文 `§5.7.1-2` 中所述的整套情况,即马其顿军队的迅速到来以及阿托利亚人毫无防备的状态。

引用这一段

波利比奥斯, 历史 §5.7.1-5.7.12. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.7.1-5.7.12

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。