§5.68.1διόπερ ἐπεὶ πρεσβεύοντες μὲν ἅλις εἶχον ἀμφότεροι, πέρας δʼ οὐδὲν ἐγίνετο περὶ τὰς συνθήκας, συνῆπτε δὲ τὰ τῆς ἐαρινῆς ὥρας, Ἀντίοχος μὲν συνῆγε τὰς δυνάμεις, ὡς εἰσβαλῶν καὶ κατὰ γῆν καὶ κατὰ θάλατταν καὶ καταστρεψόμενος τὰ καταλειπόμενα μέρη τῶν ἐν Κοίλῃ Συρίᾳ πραγμάτων,
因此,在双方已进行了充分的外交谈判,但条约方面未达成任何结论,而春季即将到来之际,安条克集结了军队,企图从陆路和海路两方面发起侵略,并征服柯里叙利亚事务中残留的部分。
§5.68.2οἱ δὲ περὶ τὸν Πτολεμαῖον ὁλοσχερέστερον ἐπιτρέψαντες τῷ Νικολάῳ χορηγίας τε παρεῖχον εἰς τοὺς κατὰ Γάζαν τόπους δαψιλεῖς καὶ δυνάμεις ἐξέπεμπον πεζικὰς καὶ ναυτικάς.
另一方面,普托勒迈伊斯一派更全面地将指挥权委托给尼科拉乌斯,向加沙周边地区提供了丰厚的补给,并派出了步兵和海军部队。
§5.68.3ὧν προσγενομένων εὐθαρσῶς ὁ Νικόλαος εἰς τὸν πόλεμον ἐνέβαινε, πρὸς πᾶν τὸ παραγγελλόμενον ἑτοίμως αὐτῷ συνεργοῦντος Περιγένους τοῦ ναυάρχου· §5.68.4τοῦτον γὰρ ἐπὶ τῶν ναυτικῶν δυνάμεων ἐξαπέστειλαν οἱ περὶ τὸν Πτολεμαῖον, ἔχοντα καταφράκτους μὲν ναῦς τριάκοντα, φορτηγοὺς δὲ πλείους τῶν τετρακοσίων.
随着这些部队的加入,尼科拉乌斯满怀信心地投入到战争中,而海军指挥官佩里格奈斯在所有受命的事情上都热心地与他协同配合;因为普托勒迈伊斯一派派遣了此人掌管海军力量,他拥有三十艘甲板船和四百多艘运输船。
§5.68.5Νικόλαος δὲ τὸ μὲν γένος ὑπῆρχεν Αἰτωλός, τριβὴν δὲ καὶ τόλμαν ἐν τοῖς πολεμικοῖς οὐδενὸς εἶχεν ἐλάττω τῶν παρὰ Πτολεμαίῳ στρατευομένων.
尼科拉乌斯出身于埃托利亚,其在军事上的经验和胆识不亚于普托勒迈伊斯麾下服役的任何一人。
§5.68.6προκαταλαβόμενος δὲ μέρει μέν τινι τὰ κατὰ Πλάτανον στενά, τῇ δὲ λοιπῇ δυνάμει, μεθʼ ἧς αὐτὸς ἦν, τὰ περὶ Πορφυρεῶνα πόλιν, ταύτῃ παρεφύλαττε τὴν εἰσβολὴν τοῦ βασιλέως, ὁμοῦ συνορμούσης αὐτῷ καὶ τῆς ναυτικῆς δυνάμεως.
他用一部分军队预先占领了普拉塔诺斯附近的狭隘通道,并用自己亲自率领的其余军队预先占领了波尔菲里翁市周边地区,当海军部队也与他并肩下锚时,他在此处警惕防范着国王的入侵。
§5.68.7Ἀντίοχος δὲ παρελθὼν εἰς Μάραθον, καὶ παραγενομένων πρὸς αὐτὸν Ἀραδίων ὑπὲρ συμμαχίας, οὐ μόνον προσεδέξατο τὴν συμμαχίαν, ἀλλὰ καὶ τὴν διαφορὰν τὴν προϋπάρχουσαν αὐτοῖς πρὸς ἀλλήλους κατέπαυσε, διαλύσας τοὺς ἐν τῇ νήσῳ πρὸς τοὺς τὴν ἤπειρον κατοικοῦντας τῶν Ἀραδίων.
安条克进军至马拉托斯,当阿拉多斯人为了同盟之事来到他面前时,他不仅接受了同盟,而且还消除了他们之间原先存在的矛盾,使岛上的阿拉多斯人与居住在大陆的阿拉多斯人达成和解。
§5.68.8μετὰ δὲ ταῦτα ποιησάμενος τὴν εἰσβολὴν κατὰ τὸ καλούμενον Θεοῦ πρόσωπον ἧκε πρὸς Βηρυτόν, Βότρυν μὲν ἐν τῇ παρόδῳ καταλαβόμενος, Τριήρη δὲ καὶ Κάλαμον ἐμπρήσας.
此后,他通过被称为“神之颜”的地方入侵,途中占领了博特律斯,并烧毁了特里埃雷斯和卡拉莫斯,抵达了贝律托斯。
§5.68.9ἐντεῦθεν δὲ Νίκαρχον μὲν καὶ Θεόδοτον προαπέστειλε, συντάξας προκαταλαβέσθαι τὰς δυσχωρίας περὶ τὸν Λύκον καλούμενον ποταμόν· αὐτὸς δὲ τὴν δύναμιν ἀναλαβὼν προῆλθε καὶ κατεστρατοπέδευσε περὶ τὸν Δαμούραν ποταμόν, συμπαραπλέοντος ἅμα καὶ Διογνήτου τοῦ ναυάρχου.
他从该地预先派遣了尼卡科斯和狄奥多托斯,命令他们预先占领被称为吕科斯河附近的险要地势;他自己则率领军队前行,在达穆拉斯河附近扎营,同时海军指挥官迪奥格奈托斯也并排航行。
§5.68.10παραλαβὼν δὲ πάλιν ἐντεῦθεν τούς τε περὶ τὸν Θεόδοτον καὶ Νίκαρχον τοὺς ἐκ τῆς δυνάμεως εὐζώνους, ὥρμησε κατασκεψόμενος τὰς προκατεχομένας ὑπὸ τῶν περὶ τὸν Νικόλαον δυσχωρίας.
他再次从该地带上狄奥多托斯和尼卡科斯的一派以及军中的轻装步兵,出发去侦察已被尼科拉乌斯一派预先占领的险要地势。
§5.68.11συνθεωρήσας δὲ τὰς τῶν τόπων ἰδιότητας, τότε μὲν ἀνεχώρησε πρὸς τὴν παρεμβολήν, κατὰ δὲ τὴν ἐπιοῦσαν ἡμέραν, καταλιπὼν αὐτοῦ τὰ βαρέα τῶν ὅπλων καὶ Νίκαρχον ἐπὶ τούτων, προῆγε μετὰ τῆς λοιπῆς δυ
在观察了该地形的特点后,他当时先退回了营地,但到了第二天,他把重装部队和指挥他们的尼卡科斯留在了原地,率领其余的军队继续前进。