§5.61.1λείας πρὸς τὸν Ἀντίοχον.
全,向安条克提出请求。
ὁ δὲ βασιλεὺς δεξάμενος τὴν ἔντευξιν συνεχώρησε δώσειν τοῖς ἐλευθέροις τὴν ἀσφάλειαν·
国王接受了请求,同意保证自由民的安全。
οὗτοι δʼ ἦσαν εἰς ἑξακισχιλίους.
这些人大约有六千人。
§5.61.2παραλαβὼν δὲ τὴν πόλιν οὐ μόνον ἐφείσατο τῶν ἐλευθέρων, ἀλλὰ καὶ τοὺς πεφευγότας τῶν Σελευκέων καταγαγὼν τήν τε πολιτείαν αὐτοῖς ἀπέδωκε καὶ τὰς οὐσίας·
接收城市后,他不仅宽待了自由民,还将流亡在外的塞琉西亚人召回,恢复了他们的公民权和财产。
ἠσφαλίσατο δὲ φυλακαῖς τόν τε λιμένα καὶ τὴν ἄκραν.
他还派驻守军,确保了港口和城堡的安全。
ἔτι δὲ περὶ ταῦτα διατρίβοντος αὐτοῦ, §5.61.3προσπεσόντων παρὰ Θεοδότου γραμμάτων, ἐν οἷς αὐτὸν ἐκάλει κατὰ σπουδὴν ἐγχειρίζων τὰ κατὰ Κοίλην Συρίαν, πολλῆς ἀπορίας ἦν καὶ δυσχρηστίας πλήρης ὑπὲρ τοῦ τί πρακτέον καὶ πῶς χρηστέον ἐστὶ τοῖς προσαγγελλομένοις.
正当他还在忙于这些事务时,收到了一封来自狄奥多托斯的信,信中他紧急邀请安条克,并表示愿意移交整个柯里叙利亚。 对于应该怎么做,以及如何处理这一消息,王感到十分困惑和为难。
§5.61.4ὁ δὲ Θεόδοτος, ὢν τὸ γένος Αἰτωλὸς καὶ μεγάλας παρεσχημένος τῇ Πτολεμαίου βασιλείᾳ χρείας, καθάπερ ἐπάνω προεῖπον, ἐπὶ δὲ τούτοις οὐχ οἷον χάριτος ἠξιωμένος, ἀλλὰ καὶ τῷ βίῳ κεκινδυνευκὼς καθʼ οὓς καιροὺς Ἀντίοχος ἐποιεῖτο τὴν ἐπὶ Μόλωνα στρατείαν,
这位狄奥多托斯是埃托利亚人,正如我前面所说,曾对托勒密王国做出了巨大贡献,但不仅没有得到应有的感激,反而安条克对莫隆进行远征期间,他的生命也曾面临险境。
§5.61.5τότε κατεγνωκὼς τοῦ βασιλέως καὶ διηπιστηκὼς τοῖς περὶ τὴν αὐλήν, καταλαβόμενος διὰ μὲν αὑτοῦ Πτολεμαΐδα, διὰ δὲ Παναιτώλου Τύρον, ἐκάλει τὸν Ἀντίοχον μετὰ σπουδῆς.
当时,他对国王感到失望并对朝臣失去信任,他自己占领了托勒迈斯,并通过帕奈托罗斯占领了推罗,随后火速邀请安条克前来。
§5.61.6ὁ δὲ βασιλεὺς καὶ τὰς ἐπὶ τὸν Ἀχαιὸν ἐπιβολὰς ὑπερθέμενος καὶ τἄλλα πάντα πάρεργα ποιησάμενος ἀνέζευξε μετὰ τῆς δυνάμεως, ποιούμενος τὴν πορείαν ᾗ καὶ πρόσθεν.
国王甚至推迟了对阿凯乌斯的计划,将其他所有事情都视为次要,带着军队出发,沿着之前的路线进军。
§5.61.7διελθὼν δὲ τὸν ἐπικαλούμενον αὐλῶνα Μαρσύαν, κατεστρατοπέδευσε περὶ τὰ στενὰ τὰ κατὰ Γέρρα πρὸς τῇ μεταξὺ κειμένῃ λίμνῃ.
他穿过被称为马耳叙阿斯谷的地方,在杰拉附近的隘口、介于其中的湖泊旁安营扎寨。
§5.61.8πυνθανόμενος δὲ Νικόλαον τὸν παρὰ Πτολεμαίου στρατηγὸν προσκαθῆσθαι τῇ Πτολεμαΐδι πολιορκοῦντα τὸν Θεόδοτον, τὰ μὲν βαρέα τῶν ὅπλων ἀπέλειπε, προστάξας τοῖς ἡγουμένοις πολιορκεῖν τοὺς Βρόχους, τὸ κείμενον ἐπὶ τῆς λίμνης καὶ τῆς παρόδου χωρίον, αὐτὸς δὲ τοὺς εὐζώνους ἀναλαβὼν προῆγε, βουλόμενος λῦσαι τὴν πολιορκίαν.
当他获悉托勒密的将军尼古拉斯正围困托勒迈斯、攻打狄奥多托斯时,他留下了重装步兵,命令指挥官围攻位于湖泊和通道旁的要塞布罗基,而他自己则亲率轻装步兵前进,意图解除围困。
§5.61.9ὁ δὲ Νικόλαος πρότερον ἤδη πεπυσμένος τὴν τοῦ βασιλέως παρουσίαν, αὐτὸς μὲν ἀνεχώρησε, τοὺς δὲ περὶ Λαγόραν τὸν Κρῆτα καὶ Δορυμένην τὸν Αἰτωλὸν ἐξαπέστειλε προκαταληψομένους τὰ στενὰ τὰ περὶ Βηρυτόν·
然而尼古拉斯此前已得知国王驾临,他自己便撤退了,但派出了克里特人拉戈拉斯和埃托利亚人多里梅内斯麾下的人,去抢先占领贝鲁特附近的隘口。
§5.61.10οἷς προσβαλὼν ὁ βασιλεὺς ἐξ ἐφόδου καὶ
国王抵达后立刻向他们发起进攻,并