§5.51.1Ἀντίοχος δὲ παραγενόμενος ἐπὶ τὸν Εὐφράτην καὶ προσαναλαβὼν τὴν δύναμιν αὖτις ἐξώρμα, καὶ διανύσας εἰς Ἀντιόχειαν τὴν ἐν Μυγδονίᾳ περὶ τροπὰς χειμερινὰς ἐπέμεινε, θέλων ἀποδέξασθαι τὴν ἐπιφορὰν καὶ τὴν ἀκμὴν τοῦ χειμῶνος.
安条克抵达幼发拉底河后,重新整顿了军队并再次出发,到达迈格多尼亚的安条克,并在冬至前后留在那里,因为他希望避开严冬的来袭和高峰。
§5.51.2μείνας δὲ περὶ τετταράκονθʼ ἡμέρας προῆγεν εἰς Λίββαν.
他留驻了大约四十天后,向利巴进军。
§5.51.3ἀποδοθέντος δʼ ἐκεῖσε διαβουλίου ποίᾳ δεῖ προάγειν ἐπὶ τὸν Μόλωνα καὶ πῶς πόθεν κεχρῆσθαι ταῖς εἰς τὰς πορείας χορηγίαις — ἐτύγχανε γὰρ ὁ Μόλων ἐν τοῖς περὶ Βαβυλῶνα τόποις ὑπάρχων — §5.51.4Ἑρμείᾳ μὲν ἐδόκει παρὰ τὸν Τίγριν ποιεῖσθαι τὴν πορείαν, προβαλλομένους τοῦτόν τε καὶ τὸν Λύκον ποταμὸν καὶ τὸν Κάπρον, §5.51.5Ζεῦξις δὲ λαμβάνων πρὸ ὀφθαλμῶν τὴν ἀπώλειαν τὴν Ἐπιγένους τὰ μὲν ἠγωνία λέγειν τὸ φαινόμενον, τὰ δὲ προδήλου τῆς ἀγνοίας οὔσης τῆς κατὰ τὸν Ἑρμείαν μόλις ἐθάρρησε συμβουλεύειν ὅτι διαβατέον εἴη τὸν Τίγριν, §5.51.6ἀπολογιζόμενος τήν τε λοιπὴν δυσχέρειαν τῆς παρὰ τὸν ποταμὸν πορείας καὶ διότι δέοι διανύσαντας ἱκανοὺς τόπους, μετὰ ταῦτα διελθόντας ὁδὸν ἔρημον ἡμερῶν ἕξ, παραγενέσθαι πρὸς τὴν Βασιλικὴν διώρυχα καλουμένην· §5.51.7ἧς προκαταληφθείσης ὑπὸ τῶν πολεμίων ἀδύνατον μὲν γενέσθαι τὴν διάβασιν αὐτῆς, ἐπισφαλῆ δὲ προφανῶς τὴν διὰ τῆς ἐρήμου πάλιν ἀποχώρησιν, καὶ μάλιστα διὰ τὴν ἐσομένην ἔνδειαν τῶν ἐπιτηδείων.
在那里,他们就如何向莫隆进军、以及如何且从何处获取行军所需的物资供应进行了商议——因为莫隆当时正驻扎在巴比伦附近的地区—— 赫尔梅亚斯认为应该沿着底格里斯河行军,将这条河以及吕科斯河、卡普罗斯河置于前方作为屏障;而宙克西斯将埃皮格内斯的毁灭看在眼里,一方面害怕说出自己的真实想法,但另一方面由于赫尔梅亚斯的愚昧显而易见,他终于勉强鼓起勇气建议应当渡过底格里斯河,他考虑到沿河行军的其他困难,而且在走完相当长的路程后,他们还必须穿过一条六天路程的荒漠道路,才能到达所谓的“御河”;如果该地被敌人占领,渡河将成为不可能,而重新穿过荒漠撤退显然会极其危险,尤其是考虑到随后将出现的物资匮乏。
§5.51.8ἐκ δὲ τοῦ διαβῆναι τὸν Τίγριν πρόδηλον μὲν ἀπεδείκνυε τὴν μετάνοιαν καὶ πρόσκλισιν τῷ βασιλεῖ τῶν κατὰ τὴν Ἀπολλωνιᾶτιν χώραν ὄχλων διὰ τὸ καὶ νῦν αὐτοὺς μὴ κατὰ προαίρεσιν, ἀνάγκῃ δὲ καὶ φόβῳ ποιεῖν Μόλωνι τὸ προσταττόμενον, §5.51.9πρόδηλον δὲ τὴν δαψίλειαν τῶν ἐπιτηδείων τοῖς στρατοπέδοις διὰ τὴν ἀρετὴν τῆς χώρας.
相反,他表明,通过渡过底格里斯河,阿波罗尼亚提斯地区的民众对国王的悔改与归顺将是显而易见的,因为即使是现在,他们服从莫隆的命令也并非出于自愿,而是迫于无奈和恐惧;且由于该地区的肥沃,军队的物资丰裕也将是显而易见的。
§5.51.10τὸ δὲ μέγιστον, ἀπέφαινε διακλεισθησόμενον τὸν Μόλωνα τῆς εἰς τὴν Μηδίαν ἐπανόδου καὶ τῆς ἐξ ἐκείνων τῶν τόπων ἐπαρκείας, §5.51.11ἐξ ὧν ἀναγκασθήσεσθαι διακινδυνεύειν αὐτόν, ἢ μὴ θέλοντος τοῦτο ποιεῖν ἐκείνου μεταβαλέσθαι τὰς δυνάμεις ταχέως
而最重要的一点是,他指出莫隆将无法退回米底,也无法从那些地方获得援助,由此,他将不得不孤注一掷进行决战,或者如果他不愿这样做,他的军队也将迅速倒戈。