§5.46.1λίμναις, ἐξ ὧν ὁ μυρεψικὸς κείρεται κάλαμος.
湖泊所阻隔。 从这些湖泊中可以采集到用于制造香料的芦苇。
ἐπίκειται δὲ τοῖς στενοῖς ἐκ μὲν θατέρου μέρους Βρόχοι προσαγορευόμενόν τι χωρίον, ἐκ δὲ θατέρου Γέρρα, στενὴν ἀπολείποντα πάροδον.
在这条狭道上,一边耸立着一个被称为布罗霍伊的地方,另一边则是盖拉,仅留下一条狭窄的通路。
§5.46.2ποιησάμενος δὲ διὰ τοῦ προειρημένου τὴν πορείαν αὐλῶνος ἐπὶ πλείους ἡμέρας, καὶ προσαγαγόμενος τὰς παρακειμένας πόλεις, παρῆν πρὸς τὰ Γέρρα.
经过前述谷地行军数日,并在争取了沿途邻近城市的归顺后,国王抵达了盖拉。
§5.46.3καταλαβὼν δὲ τὸν Θεόδοτον τὸν Αἰτωλὸν προκατειληφότα τὰ Γέρρα καὶ τοὺς Βρόχους, τὰ δὲ παρὰ τὴν λίμνην στενὰ διωχυρωμένον τάφροις καὶ χάραξι καὶ διειληφότα φυλακαῖς εὐκαίροις, τὸ μὲν πρῶτον ἐπεβάλετο βιάζεσθαι,
但由于他发现埃托利亚人塞奥多托斯已预先占领了盖拉和布罗霍伊,并在湖边的狭道上用战壕和栅栏进行了严密防御,且在各处要害部署了哨兵,国王起初企图强攻。
§5.46.4πλείω δὲ πάσχων ἢ ποιῶν κακὰ διὰ τὴν ὀχυρότητα τῶν τόπων καὶ διὰ τὸ μένειν ἔτι τὸν Θεόδοτον ἀκέραιον, ἀπέστη τῆς ἐπιβολῆς.
然而,由于地形险要且塞奥多托斯的力量依然完整,他蒙受的损失多于给敌人造成的打击,因而放弃了这一尝试。
§5.46.5διὸ καὶ τοιαύτης οὔσης τῆς περὶ τοὺς τόπους δυσχρηστίας, προσπεσόντος αὐτῷ Ξενοίταν ἐπταικέναι τοῖς ὅλοις καὶ τὸν Μόλωνα πάντων τῶν ἄνω τόπων ἐπικρατεῖν, ἀφέμενος τούτων ὥρμησε τοῖς οἰκείοις πράγμασι βοηθήσων.
因此,在当地局势如此困难的情况下,他又得知克塞诺伊塔斯已彻底失败、莫隆已控制了上方所有地区的消息,于是他放弃了这边的行动,出发前去挽救本国的局势。
§5.46.6ὁ γὰρ Ξενοίτας ὁ στρατηγὸς ἀποσταλεὶς αὐτοκράτωρ, καθάπερ ἐπάνω προεῖπα, καὶ μείζονος ἐξουσίας ἢ κατὰ τὴν προσδοκίαν τυχών, ὑπεροπτικώτερον μὲν ἐχρῆτο τοῖς αὑτοῦ φίλοις, θρασύτερον δὲ ταῖς πρὸς τοὺς ἐχθροὺς ἐπιβολαῖς.
因为被授予全权派出的将领克塞诺伊塔斯(正如我上面所说),由于获得了超出预期的巨大权力,对自己的朋友显得过于傲慢,而在对抗敌人的行动中则显得过于鲁莽。
§5.46.7οὐ μὴν ἀλλὰ καταζεύξας εἰς τὴν Σελεύκειαν, καὶ μεταπεμψάμενος Διογένην τὸν τῆς Σουσιανῆς ἔπαρχον καὶ Πυθιάδην τὸν τῆς Ἐρυθρᾶς θαλάττης, ἐξῆγε τὰς δυνάμεις, καὶ λαβὼν πρόβλημα τὸν Τίγριν ποταμὸν ἀντεστρατοπέδευσε τοῖς πολεμίοις.
尽管如此,他在塞琉西亚驻扎下来,并召集了苏西亚纳的副总督迪奥根尼和红海的长官皮西亚德斯,随后率军出发,以底格里斯河为屏障,在敌军对面扎营。
§5.46.8πλειόνων δὲ διακολυμβώντων πρὸς αὐτὸν ἀπὸ τῆς τοῦ Μόλωνος στρατοπεδείας, καὶ δηλούντων ὡς ἐὰν διαβῇ τὸν ποταμόν, ἅπαν ἀπονεύσει πρὸς αὐτὸν τὸ τοῦ Μόλωνος στρατόπεδον — τῷ μὲν γὰρ Μόλωνι φθονεῖν, τῷ δὲ βασιλεῖ τὸ πλῆθος εὔνουν ὑπάρχειν διαφερόντως — ἐπαρθεὶς τούτοις ὁ Ξενοίτας ἐπεβάλετο διαβαίνειν τὸν Τίγριν.
随着越来越多的人从莫隆的营地游到他那里,并声称只要他渡过河,莫隆的整支军队就会倒向他——因为士兵们对莫隆怀有嫉恨,而对国王却极为忠诚——克塞诺伊塔斯受此鼓舞,企图渡过底格里斯河。
§5.46.9ὑποδείξας δὲ διότι μέλλει ζευγνύναι τὸν ποταμὸν κατά τινα νησίζοντα τόπον, τῶν μὲν πρὸς τοῦτο τὸ μέρος ἐπιτηδείων οὐδὲν ἡτοίμαζε, διὸ καὶ συνέβη καταφρονῆσαι τοὺς περὶ τὸν Μόλωνα τῆς ὑποδεικνυμένης ἐπιβολῆς, §5.46.10τὰ δὲ πλοῖα συνήθροιζε καὶ κατήρτιζε καὶ πολλὴν ἐπιμέλειαν ἐποιεῖτο περὶ τούτων.
他假装准备在某个类似岛屿的地方架桥渡河,却未在那一处准备任何相应的物资,因此莫隆的军队对这个示意的举动产生轻视;与此同时,他却在暗中收集和整修船只,并对此投入了极大的精力。
§5.46.11ἐπιλέξας δʼ ἐκ παντὸς τοῦ στρατεύματος τοὺς εὐρωστοτάτους ἱππεῖς καὶ πεζούς, ἐπὶ τῆς παρεμβολῆς ἀπολιπὼν Ζεῦξιν καὶ Πυθιάδην παρῆλθε νυκτὸς ὡς ὀγδοήκοντα σταδίους ὑποκάτω τῆς τοῦ Μόλωνος στρατοπεδείας,
他从全军中挑选出最强壮的骑兵和步兵,将宙克西斯和皮西亚德斯留在营地,自己在夜间向莫隆营地下游行进了约八十斯塔迪翁,并用船只安全地将部队运送过去。
§5.46.12καὶ διακομίσας τοῖς πλοίοις τὴν δύναμιν ἀσφαλῶς νυκτὸς ἔτι κατεστρατοπέδευσε, λαβὼν εὐφυῆ τόπον, ᾧ συνέβαινε κατὰ μὲν τὸ πλεῖστον ὑπὸ τοῦ ποταμοῦ περιέχεσθαι,
在天亮前,他占领了一个有利的地形扎下营盘,该地大部分区域恰好被河水环绕。