§5.44.1δυναστείας.
[因其军队]规模之大[而令人畏惧]。
τά τε γὰρ ἱπποφόρβια πάντα τὰ βασιλικὰ Μήδοις ἐγκεχείρισται, σίτου τε καὶ θρεμμάτων πλῆθος ἀναρίθμητον παρʼ αὐτοῖς ἐστι.
因为所有的皇家马群都委托给米底人照管,而在他们那里有着数不尽的谷物和牲畜。
§5.44.2περί γε μὴν τῆς ὀχυρότητος καὶ τοῦ μεγέθους τῆς χώρας οὐδʼ ἂν εἰπεῖν δύναιτʼ ἀξίως οὐδείς.
至于该地区的险要与辽阔,谁也无法作出相称的描述。
§5.44.3ἡ γὰρ Μηδία κεῖται μὲν περὶ μέσην τὴν Ἀσίαν, διαφέρει δὲ καὶ κατὰ τὸ μέγεθος καὶ κατὰ τὴν εἰς ὕψος ἀνάτασιν πάντων τῶν κατὰ τὴν Ἀσίαν τόπων, ὡς πρὸς μέρος θεωρουμένη.
因为米底位于亚洲的近乎中部,若作为其中一部分来看,它在面积和海拔高度上都优于亚洲的所有其他地区。
§5.44.4καὶ μὴν ἐπίκειται τοῖς ἀλκιμωτάτοις καὶ μεγίστοις ἔθνεσι.
此外,它还邻接着最强悍、最伟大的诸部族。
πρόκειται γὰρ αὐτῆς παρὰ μὲν τὴν ἕω καὶ τὰ πρὸς ἀνατολὰς μέρη τὰ κατὰ τὴν ἔρημον πεδία τὴν μεταξὺ κειμένην τῆς Περσίδος καὶ τῆς Παρθυαίας·
在其东面及偏东的地区,延伸着介于波斯与帕提亚之间的沙漠平原。
§5.44.5ἐπίκειται δὲ καὶ κρατεῖ τῶν καλουμένων Κασπίων πυλῶν, συνάπτει δὲ τοῖς Ταπύρων ὄρεσιν, ἃ δὴ τῆς Ὑρκανίας θαλάττης οὐ πολὺ διέστηκε.
它还临近并控制着所谓的里海门,并与塔普里人的山脉相连,而这些山脉离里海确实不远。
§5.44.6τοῖς δὲ πρὸς μεσημβρίαν κλίμασι καθήκει πρός τε τὴν Μεσοποταμίαν καὶ τὴν Ἀπολλωνιᾶτιν χώραν, παράκειται δὲ τῇ Περσίδι, προβεβλημένη τὸ Ζάγρον ὄρος,
在南方的区域,它下伸至美索不达米亚和阿波罗尼亚蒂斯地区,并与波斯相邻,以扎格罗斯山脉为前方的屏障。
§5.44.7ὃ τὴν μὲν ἀνάβασιν ἔχει πρὸς ἑκατὸν στάδια, διαφορὰς δὲ καὶ συγκλείσεις πλείους ἔχον ἐν αὑτῷ διέζευκται κοιλάσι, κατὰ δέ τινας τόπους αὐλῶσιν, οὓς κατοικοῦσι Κοσσαῖοι καὶ Κορβρῆναι καὶ Κάρχοι καὶ πλείω γένη βαρβάρων ἕτερα, διαφέρειν δοκοῦντα πρὸς τὰς πολεμικὰς χρείας.
这山脉的上坡长约一百斯塔德,其内部有许多岔道和隘口,被山谷以及某些地方的深谷所阻隔,这些地方居住着科萨伊人、科尔布雷内人、卡尔希人以及其他许多异族部落,他们被认为在军事用途上表现优异。
§5.44.8τοῖς δὲ πρὸς τὰς δύσεις μέρεσι κειμένοις συνάπτει τοῖς Σατραπείοις καλουμένοις· τούτοις δὲ συμβαίνει μὴ πολὺ διεστάναι τῶν ἐθνῶν τῶν ἐπὶ τὸν Εὔξεινον καθηκόντων πόντον.
在位于西侧的部分,它与所谓的萨特拉佩亚(诸省)相接;而这些地方恰好距离延伸至黑海的那些部族不远。
§5.44.9τὰ δʼ ἐπὶ τὰς ἄρκτους αὐτῆς τετραμμένα μέρη περιέχεται μὲν Ἐλυμαίοις καὶ τοῖς Ἀνιαράκαις, §5.44.10ἔτι δὲ Καδουσίοις καὶ Ματιανοῖς, ὑπέρκειται δὲ τῶν συναπτόντων πρὸς τὴν Μαιῶτιν τοῦ Πόντου μερῶν.
而它面朝北方的部分被埃利迈伊人和原意阿ニア拉凯人,此外还有卡杜西人和马蒂亚尼人所包围,并且其位于与黑海的马埃奥蒂斯接壤的那些区域之上。
§5.44.11αὐτὴ δʼ ἡ Μηδία διέζευκται πλείοσιν ὄρεσιν ἀπὸ τῆς ἠοῦς ἕως πρὸς τὰς δύσεις, ὧν μεταξὺ κεῖται πεδία πληθύοντα πόλεσι καὶ κώμαις.
米底本身由东向西被若干山脉分隔,这些山脉之间延伸着分布有众多城市和村庄的平原。