§5.43.1ρίαν.
叙利亚。
ὄντος δʼ αὐτοῦ κατὰ τοὺς καιροὺς τούτους περὶ Σελεύκειαν τὴν ἐπὶ τοῦ Ζεύγματος, παρῆν Διόγνητος ὁ ναύαρχος ἐκ Καππαδοκίας τῆς περὶ τὸν Εὔξεινον, ἄγων Λαοδίκην τὴν Μιθριδάτου τοῦ βασιλέως θυγατέρα, παρθένον οὖσαν, γυναῖκα τῷ βασιλεῖ κατωνομασμένην.
此时,当他正在塞琉西亚(位于泽乌格马附近)一带时,海军提督迪奥格内图斯从黑海沿岸的卡帕多西亚赶来,带来了国王米特里达梯的女儿拉奥狄克,她当时仍是处女,已被许配给国王为妻。
§5.43.2ὁ δὲ Μιθριδάτης εὔχετο μὲν ἀπόγονος εἶναι τῶν ἑπτὰ Περσῶν ἑνὸς τῶν ἐπανελομένων τὸν μάγον, διατετηρήκει δὲ τὴν δυναστείαν ἀπὸ προγόνων τὴν ἐξ ἀρχῆς αὐτοῖς διαδοθεῖσαν ὑπὸ Δαρείου παρὰ τὸν Εὔξεινον πόντον.
米特里达梯自称是刺杀马格斯的波斯七人之一的后裔,并且一直维持着其祖先留下的、最初由大流士授予他们的黑海沿岸的统治权。
§5.43.3Ἀντίοχος δὲ προσδεξάμενος τὴν παρθένον μετὰ τῆς ἁρμοζούσης ἀπαντήσεως καὶ προστασίας εὐθέως ἐπετέλει τοὺς γάμους, μεγαλοπρεπῶς καὶ βασιλικῶς χρώμενος ταῖς παρασκευαῖς.
安条克以适宜的迎接和护卫接纳了这位少女,随即便举行了婚礼,其准备工作办得极其宏大且富有皇家气派。
§5.43.4μετὰ δὲ τὴν συντέλειαν τῶν γάμων καταβὰς εἰς Ἀντιόχειαν, βασίλισσαν ἀποδείξας τὴν Λαοδίκην, λοιπὸν ἐγίνετο περὶ τὴν τοῦ πολέμου παρασκευήν.
婚礼完成之后,他下到安条克,宣布拉奥狄克为王后,随后便开始致力于战争的准备。
κατὰ δὲ τοὺς καιροὺς τούτους Μόλων, §5.43.5ἑτοίμους παρεσκευακὼς πρὸς πᾶν τοὺς ἐκ τῆς ἰδίας σατραπείας ὄχλους διά τε τὰς ἐλπίδας τὰς ἐκ τῶν ὠφελειῶν καὶ τοὺς φόβους, οὓς ἐνειργάσατο τοῖς ἡγεμόσιν ἀνατατικὰς καὶ ψευδεῖς εἰσφέρων ἐπιστολὰς παρὰ τοῦ βασιλέως, §5.43.6ἕτοιμον δὲ συναγωνιστὴν ἔχων τὸν ἀδελφὸν Ἀλέξανδρον, ἠσφαλισμένος δὲ καὶ τὰ κατὰ τὰς παρακειμένας σατραπείας διὰ τῆς τῶν προεστώτων εὐνοίας καὶ δωροδοκίας, ἐξεστράτευσε μετὰ μεγάλης δυνάμεως ἐπὶ τοὺς τοῦ βασιλέως στρατηγούς.
就在同一时期,莫隆已作好应对一切的准备,他调动了自己行省的民众,这既是通过对战利品收益的期盼,也是通过向军官们呈递来自国王的恐吓性伪造信件从而在他们心中植入的恐惧,并且有他的兄弟亚历山大作为得力的盟友,同时还通过行省长官们的善意和贿赂,确保了邻近行省的局势,随后便率领大军向国王的将军们进发。
§5.43.7οἱ δὲ περὶ τὸν Ξένωνα καὶ Θεόδοτον καταπλαγέντες τὴν ἔφοδον ἀνεχώρησαν εἰς τὰς πόλεις.
芝诺和狄奥多图斯手下的人因对他的进攻感到恐惧,便退入到各个城市中。
§5.43.8ὁ δὲ Μόλων κύριος γενόμενος τῆς Ἀπολλωνιάτιδος χώρας εὐπορεῖτο ταῖς χορηγίαις ὑπερβαλλόντως.
莫隆掌控了阿波罗尼亚蒂斯地区,获得了极为充沛的物资供应。
ἦν δὲ φοβερὸς μὲν καὶ πρὸ τοῦ διὰ τὸ μέγεθος τῆς
在此之前,他本就因其[军队]规模之大而令人畏惧……