§5.32.1τατον.
[的事情]。
οἱ μὲν γὰρ ἀρχαῖοι τὴν ἀρχὴν ἥμισυ τοῦ παντὸς εἶναι φάσκοντες μεγίστην παρῄνουν ποιεῖσθαι σπουδὴν ἐν ἑκάστοις ὑπὲρ τοῦ καλῶς ἄρξασθαι· §5.32.2δοκοῦντες δὴ λέγειν ὑπερβολικῶς ἐλλιπέστερόν μοι φαίνονται τῆς ἀληθείας εἰρηκέναι.
古人说“良好开端是成功的一半”,并劝诫人们在每件事上都要尽最大努力开个好头;他们虽然看似言过其实,但在我看来,他们的说法反而不及真理。
θαρρῶν γὰρ ἄν τις εἴπειεν οὐχ ἥμισυ τὴν ἀρχὴν εἶναι τοῦ παντός, ἀλλὰ καὶ πρὸς τὸ τέλος διατείνειν.
因为我们可以大胆地说,开端不仅是整体的一半,而且还一直延伸到终结。
§5.32.3πῶς γὰρ ἄρξασθαί τινος καλῶς οἷόν τε μὴ προπεριλαβόντα τῷ νῷ τὴν συντέλειαν τῆς ἐπιβολῆς μηδὲ γινώσκοντα ποῦ καὶ πρὸς τί καὶ τίνος χάριν ἐπιβάλλεται τοῦτο ποιεῖν;
因为,如果不先在心中把握住该企图的终结,也不清楚自己要在何处、朝着什么、为了什么目的而着手做这件事,又怎能把任何事情开个好头呢?
§5.32.4πῶς δὲ πάλιν οἷόν τε συγκεφαλαιώσασθαι πράγματα δεόντως μὴ συναναφέροντα τὴν ἀρχὴν πόθεν ἢ πῶς ἢ διὰ τί πρὸς τὰς ἐνεστώσας ἀφῖκται πράξεις;
而另一方面,若不把开端联系起来,不指出它们是从何处、如何或为何发展到当前的局势,又怎能妥善地总结这些事件呢?
§5.32.5διόπερ οὐχ ἕως τοῦ μέσου νομίζοντας διατείνειν τὰς ἀρχάς, ἀλλʼ ἕως τοῦ τέλους, πλείστην περὶ ταύτας ποιητέον σπουδὴν καὶ τοὺς λέγοντας καὶ τοὺς ἀκούοντας περὶ τῶν ὅλων.
因此,应当认为开端不仅延伸到中途,而且一直延伸到终结,无论是撰写通史的人还是阅读通史的人,都必须对开端给予最大的关注。
ὃ δὴ καὶ νῦν ἡμεῖς πειρασόμεθα ποιεῖν.
而这正是我们现在努力要去做的。