§5.22.1γος].
……古斯]。
τῆς γὰρ Σπάρτης τῷ μὲν καθόλου σχήματι περιφεροῦς ὑπαρχούσης καὶ κειμένης ἐν τόποις ἐπιπέδοις, κατὰ μέρος δὲ περιεχούσης ἐν αὑτῇ διαφόρους ἀνωμάλους καὶ βουνώδεις τόπους, §5.22.2τοῦ δὲ ποταμοῦ παραρρέοντος ἐκ τῶν πρὸς ἀνατολὰς αὐτῆς μερῶν, ὃς καλεῖται μὲν Εὐρώτας, γίνεται δὲ τὸν πλείω χρόνον ἄβατος διὰ τὸ μέγεθος,
因为斯巴达在整体形状上大致呈圆形,坐落在平坦的地方,但局部在自身内部包含着各种高低不平的丘陵地带;而在其东侧流过的河流,被称为欧罗塔斯河,因其水量巨大而在一年中的大部分时间里无法涉渡。
§5.22.3συμβαίνει τοὺς βουνοὺς ἐφʼ ὧν τὸ Μενελάιόν ἐστι πέραν μὲν εἶναι τοῦ ποταμοῦ, κεῖσθαι δὲ τῆς πόλεως κατὰ χειμερινὰς ἀνατολάς, ὄντας τραχεῖς καὶ δυσβάτους καὶ διαφερόντως ὑψηλούς, ἐπικεῖσθαι δὲ τῷ πρὸς τὴν πόλιν τοῦ ποταμοῦ διαστήματι κυρίως,
由此,建有梅内莱翁神庙的丘陵位于河的对岸,坐落在城市的东南方向(冬至日出方向),地势险峻、难以攀登且异常高耸,直接俯瞰着河流通往城市之间的那段狭窄空间。
§5.22.4διʼ οὗ φέρεται μὲν ὁ προειρημένος ποταμὸς παρʼ αὐτὴν τὴν τοῦ λόφου ῥίζαν, ἔστι δʼ οὐ πλεῖον τὸ πᾶν διάστημα τριῶν ἡμισταδίων·
前述的河流正是沿着这片空间的丘陵根部流过,整个空间的宽度总共不超过一斯塔狄翁半。
§5.22.5διʼ οὗ τὴν ἀνακομιδὴν ἔδει ποιεῖσθαι κατʼ ἀνάγκην τὸν Φίλιππον, ἐκ μὲν εὐωνύμων ἔχοντα τὴν πόλιν καὶ τοὺς Λακεδαιμονίους ἑτοίμους καὶ παρατεταγμένους, ἐκ δὲ δεξιῶν τόν τε ποταμὸν καὶ τοὺς περὶ τὸν Λυκοῦργον ἐπὶ τῶν λόφων ἐφεστῶτας.
腓力必须被迫通过这条通道撤回,此时他的左侧是城市和已严阵以待的拉刻代蒙人,右侧则是河流和站在丘陵之上的吕库尔戈斯及其部下。
§5.22.6ἐμεμηχάνηντο δέ τι πρὸς τοῖς ὑπάρχουσι καὶ τοιοῦτον οἱ Λακεδαιμόνιοι· φράξαντες γὰρ τὸν ποταμὸν ἄνωθεν ἐπὶ τὸν μεταξὺ τόπον τῆς πόλεως καὶ τῶν βουνῶν ἐφῆκαν, οὗ διαβρόχου γενηθέντος, οὐχ οἷον τοὺς ἵππους, ἀλλʼ οὐδʼ ἂν τοὺς πεζοὺς δυνατὸν ἦν ἐμβαίνειν.
此外,拉刻代蒙人还在现有防御的基础上设计了如下手段:他们从上游拦截河水,将其引入城市与丘陵之间的地带,使其变得一片汪洋,不仅骑兵无法进入,甚至连步兵也难以涉足。
§5.22.7διόπερ ἀπελείπετο παρʼ αὐτὴν τὴν παρώρειαν ὑπὸ τοὺς λόφους τὴν δύναμιν ἄγοντας δυσπαραβοηθήτους καὶ μακροὺς αὑτοὺς ἐν πορείᾳ παραδιδόναι τοῖς πολεμίοις.
因此,他们别无选择,只能沿着山麓紧挨着丘陵行军,这使得行军队列拉得很长,难以互相救援,极易暴露给敌人。
εἰς ἃ βλέπων ὁ Φίλιππος, §5.22.8καὶ βουλευσάμενος μετὰ τῶν φίλων, ἀναγκαιότατον ἔκρινε τῶν παρόντων τὸ τρέψασθαι πρώτους τοὺς περὶ τὸν Λυκοῦργον ἀπὸ τῶν κατὰ τὸ Μενελάιον τόπων.
腓力看清了这些情况,并与朋友们商议后,认为在当前的形势下,最迫切的任务是将吕库尔戈斯及其部下首先从梅内莱翁周围的地区击退。
§5.22.9ἀναλαβὼν οὖν τούς τε μισθοφόρους καὶ τοὺς πελταστάς, ἐπὶ δὲ τούτοις καὶ τοὺς Ἰλλυριούς, προῆγε διαβὰς τὸν ποταμὸν ὡς ἐπὶ τοὺς λόφους.
于是,他带着雇佣兵、轻盾兵,以及紧随其后的伊利里亚人,渡过河流,朝丘陵方向推进。
§5.22.10ὁ δὲ Λυκοῦργος, συνθεωρῶν τὴν ἐπίνοιαν τοῦ Φιλίππου, τοὺς μὲν μεθʼ ἑαυτοῦ στρατιώτας ἡτοίμαζε καὶ παρεκάλει πρὸς τὸν κίνδυνον, τοῖς δʼ ἐν τῇ πόλει τὸ σημεῖον ἀνέφηνεν.
吕库尔戈斯洞察到了腓力的意图,便让身边的士兵做好准备,动员他们迎接危险,并向城内的人出示了信号。
§5.22.11οὗ γενομένου παραυτίκα τοὺς πολιτικούς, οἷς ἐπιμελὲς ἦν, ἐξῆγον κατὰ τὸ συντεταγμένον πρὸ τοῦ τείχους, ποιοῦντες ἐπὶ τοῦ δεξιοῦ κέρατος
信号一出,负责的将领们立即按照约定将市民兵带到城墙前,并在右翼排开……