§5.16.1γεῖν.
入狱。
τῇ δʼ ἐπαύριον ἀνακαλεσάμενος τὸν Ἄρατον παρεκάλει θαρρεῖν, ὅτι ποιήσεται τὴν ἐνδεχομένην ἐπιστροφὴν τοῦ πράγματος.
第二天,国王召见阿拉图斯,劝他放心,并表示将对此事进行必要的追查。
§5.16.2ὁ δὲ Λεόντιος, συνεὶς τὰ περὶ τὸν Μεγαλέαν, ἧκε πρὸς τὴν σκηνὴν μετά τινων πελταστῶν, πεπεισμένος καταπλήξεσθαι διὰ τὴν ἡλικίαν καὶ ταχέως εἰς μετάνοιαν ἄξειν τὸν βασιλέα.
而莱昂提乌斯得知了关于梅加莱亚斯的情况,带着一些轻盾兵来到天幕,确信自己能因国王年轻而威吓他,并使他迅速回心转意。
§5.16.3συντυχὼν δʼ αὐτῷ, προσεπυνθάνετο τίς ἐτόλμησεν ἐπιβαλεῖν τὰς χεῖρας Μεγαλέᾳ καὶ τίς εἰς τὴν φυλακὴν ἀπαγαγεῖν.
他见到国王后,便查问是谁竟敢对梅加莱亚斯动手,又是谁把它押送进监狱。
§5.16.4τοῦ δὲ βασιλέως ὑποστατικῶς αὐτοῦ φήσαντος συντεταχέναι, καταπλαγεὶς ὁ Λεόντιος καί τι προσανοιμώξας, ἀπῄει τεθυμωμένος.
当国王毅然回答说是他自己下达了命令时,莱昂提乌斯大为惊愕,发出一声叹息,愤怒地离去了。
ὁ δὲ βασιλεύς, §5.16.5ἀναχθεὶς παντὶ τῷ στόλῳ καὶ διάρας τὸν κόλπον, ὡς θᾶττον εἰς τὴν Λευκάδα καθωρμίσθη, τοῖς μὲν ἐπὶ τῆς τῶν λαφύρων οἰκονομίας τεταγμένοις περὶ ταῦτα συνέταξε γινομένοις μὴ καθυστερεῖν, αὐτὸς δὲ συναγαγὼν τοὺς φίλους ἀπέδωκε κρίσιν τοῖς περὶ τὸν Μεγαλέαν.
而国王则率领全体舰队启航,渡过海湾,一在莱夫卡斯停泊,就命令那些负责处理战利品的人抓紧办理此事,不得延误;而他自己则召集朋友们,对梅加莱亚斯一派进行审判。
§5.16.6τοῦ δʼ Ἀράτου κατηγορήσαντος ἀνέκαθεν τὰ πεπραγμένα τοῖς περὶ τὸν Λεόντιον, καὶ διελθόντος τὴν γενομένην ὑπʼ αὐτῶν ἐν Ἄργει σφαγήν, ἣν ἐποιήσαντο μετὰ τὸν Ἀντιγόνου χωρισμόν, καὶ τὰς πρὸς Ἀπελλῆν συνθήκας, ἔτι δὲ τὸν περὶ τοὺς Παλαιεῖς ἐμποδισμόν, §5.16.7καὶ πάντα ταῦτα μετʼ ἀποδείξεως ἐνδεικνυμένου καὶ μαρτύρων, οὐ δυνάμενοι πρὸς οὐδὲν ἀντιλέγειν οἱ περὶ τὸν Μεγαλέαν κατεκρίθησαν ὁμοθυμαδὸν ὑπὸ τῶν φίλων.
阿拉图斯从头控诉了莱昂提乌斯一派所犯下的行径,详细叙述了他们在安提柯离开后在阿耳戈斯制造的屠杀、他们与阿佩莱斯达成的协议,以及在帕莱的阻挠活动,并且用证据和证人指明了所有这些事情,梅加莱亚斯一派无法进行任何辩驳,被朋友们一致判定有罪。
§5.16.8καὶ Κρίνων μὲν ἔμεινεν ἐν τῇ φυλακῇ, τὸν δὲ Μεγαλέαν Λεόντιος ἀνεδέξατο τῶν χρημάτων.
克里农被留在监狱中,而莱昂提乌斯为梅加莱亚斯的罚金作了担保。
§5.16.9ἡ μὲν οὖν Ἀπελλοῦ καὶ τῶν περὶ τὸν Λεόντιον πρᾶξις ἐν τούτοις ἦν, παλίντροπον λαμβάνουσα τὴν προκοπὴν ταῖς ἐξ ἀρχῆς αὐτῶν ἐλπίσιν.
因此,阿佩莱斯和莱昂提乌斯一派的事务进展到了这一地步,其发展轨迹与他们最初的期望完全相反。
§5.16.10ἔδοξαν μὲν γὰρ καταπληξάμενοι τὸν Ἄρατον καὶ μονώσαντες τὸν Φίλιππον ποιήσειν ὅ τι ἂν αὐτοῖς δοκῇ συμφέρειν, ἀπέβη δὲ τούτων τἀναντία.
因为他们曾以为,通过恐吓阿拉图斯并孤立腓力,他们便能为所欲为,但结果却适得其反。