Humanitext Reader

波利比奥斯 · 历史 §5.13.1-5.13.10

腓力从塞尔莫斯撤退与设伏击退追兵

第 377 段,共 1311 段 · 希腊语

内容简介

腓力带着战利品开始从塞尔莫斯撤退,利用伏兵击退了追击的埃托利亚人,并在沿途摧毁和劫掠数个城镇后向斯特拉托斯进军。

§5.13.1ὁ δὲ Φίλιππος — ἀπὸ γὰρ τούτων παρεξέβην — ὅσα δυνατὸν ἦν ἄγειν καὶ φέρειν ἀναλαβὼν ἐκ τοῦ Θέρμου προῆγε, ποιούμενος τὴν αὐτὴν ἐπάνοδον ᾗ καὶ παρεγένετο, προβαλόμενος μὲν τὴν λείαν εἰς τοὔμπροσθεν καὶ τὰ βαρέα τῶν ὅπλων, ἐπὶ δὲ τῆς οὐραγίας ἀπολιπὼν τοὺς Ἀκαρνᾶνας καὶ τοὺς μισθοφόρους, §5.13.2σπεύδων ὡς τάχιστα διανύσαι τὰς δυσχωρίας διὰ τὸ προσδοκᾶν τοὺς Αἰτωλοὺς ἐξάψεσθαι τῆς οὐραγίας, πιστεύοντας ταῖς ὀχυρότησι τῶν τόπων.
另一方面,腓力——因为我刚才偏离了这些话题——带着尽可能多能掠夺和运走的战利品,从塞尔莫斯出发前进。 他沿着来时的同一条路返回,将战利品和重武器派往前方,而将阿卡纳尼亚人和雇佣兵留作后卫,他急于尽快通过险要地形,因为他料到埃托利亚人会凭借地势险要,袭击他的后卫。
§5.13.3ὃ καὶ συνέβη γενέσθαι παρὰ πόδας.
而这果然随即发生。
οἱ γὰρ Αἰτωλοὶ προσβεβοηθηκότες καὶ συνηθροισμένοι σχεδὸν εἰς τρισχιλίους, ἕως μὲν ὁ Φίλιππος ἦν ἐπὶ τῶν μετεώρων, οὐκ ἤγγιζον, ἀλλʼ ἔμενον ἔν τισι τόποις ἀδήλοις, Ἀλεξάνδρου τοῦ Τριχωνέως προεστῶτος αὐτῶν· ἅμα δὲ τῷ κινῆσαι τὴν οὐραγίαν ἐπέβαλον εὐθέως εἰς τὸν Θέρμον καὶ προσέκειντο τοῖς ἐσχάτοις.
因为赶来救援并集结了大约三千人的埃托利亚人,只要腓力还在高地上,他们就不敢靠近,而是留存在一些隐蔽的地方,由特里霍尼翁的亚历山大率领;但是,当后卫一动,他们便立即冲进塞尔莫斯,并紧紧咬住最后尾的队伍。
§5.13.4γινομένης δὲ ταραχῆς περὶ τὴν οὐραγίαν, ἔτι μᾶλλον ἐκθύμως οἱ παρὰ τῶν Αἰτωλῶν ἐπέκειντο καὶ προσέφερον τὰς χεῖρας, πιστεύοντες τοῖς τόποις.
随着后卫周围发生混乱,埃托利亚人凭借着对地势的信心,更加猛烈地逼近并展开了交手。
§5.13.5ὁ δὲ Φίλιππος, προειδὼς τὸ μέλλον, ὑπό τινα λόφον ὑπεστάλκει τοὺς Ἰλλυριοὺς ἐν τῇ καταβάσει καὶ τῶν πελταστῶν τοὺς ἐπιτηδειοτάτους.
但腓力预料到了将要发生的事,已预先在下坡路的一座丘陵下,部署了伊利里亚人和最适合的轻盾兵进行伏击。
§5.13.6ὧν διαναστάντων ἐπὶ τοὺς ἐπικειμένους καὶ προπεπτωκότας τῶν ὑπεναντίων, τοὺς μὲν λοιποὺς τῶν Αἰτωλῶν ἀνοδίᾳ καὶ προτροπάδην συνέβη φυγεῖν, ἑκατὸν δὲ καὶ τριάκοντα πεσεῖν, ἁλῶναι δʼ οὐ πολὺ τούτων ἐλάττους.
当这些人突然跃起,冲向那些逼近并孤军深入的敌军时,其余的埃托利亚人被迫在无路可走的情况下狼狈逃窜,结果有一百三十人战死,被俘者也仅比此数略少。
§5.13.7γενομένου δὲ τοῦ προτερήματος τούτου, ταχέως οἱ περὶ τὴν οὐραγίαν, ἐμπρήσαντες τὸ Πάμφιον καὶ μετʼ ἀσφαλείας διελθόντες τὰ στενά, συνέμιξαν τοῖς Μακεδόσιν· §5.13.8ὁ γὰρ Φίλιππος ἐστρατοπεδευκὼς περὶ τὴν Μέταπαν ἐνταυθοῖ προσανεδέχετο τοὺς ἀπὸ τῆς οὐραγίας.
在获得这一优势后,后卫部队迅速放火烧毁了潘菲翁,安全通过了狭道,与马其顿主力会合;因为腓力曾在梅塔帕附近驻扎,在那儿等待接收后卫部队。
εἰς δὲ τὴν ὑστεραίαν κατασκάψας τὴν Μέταπαν προῆγε, καὶ παρενέβαλε περὶ τὴν καλουμένην πόλιν Ἄκρας.
次日,他将梅塔帕彻底摧毁后继续前进,并在一个叫作阿克莱的城镇附近宿营。
§5.13.9τῇ δʼ ἑξῆς ἅμα προάγων ἐπόρθει τὴν χώραν, καὶ καταστρατοπεδεύσας περὶ Κωνώπην ἐπέμεινε τὴν ἐχομένην ἡμέραν.
再下一天,他一边前进一边劫掠该地区,并在科诺佩附近安营扎寨,在随后的一天里也留在那儿。
§5.13.10τῇ δʼ ἐπιούσῃ πάλιν ἀναζεύξας ἐποιεῖτο τὴν πορείαν παρὰ τὸν Ἀχελῷον ἕως ἐπὶ τὸν Στράτον.
再过一天,他再次拔营,沿着阿克洛奥斯河向斯特拉托斯进军。
διαβὰς δὲ τὸν ποταμὸν ἐπέστησε τὴν δύναμιν ἐκτὸς βέλους,
渡过河后,他将军队停驻在弓箭射程之外,

词汇与语法注释

  1. 5.13.1ἄγειν καὶ φέρειν — 古希腊语中表示“掠夺”的传统双重表达。其中 ἄγειν 指“驱赶”牲畜等动产,φέρειν 指“运送”可携带的财物。在此作为 ὅσα δυνατὸν ἦν 的不定式并列使用。
  2. 5.13.1 — 关系代名词 ὅς 的阴性单数与格,在此省略了名词 ὁδῷ,作为表示路径或方式的与格(dative of route)使用,意为“通过……之路”。
  3. 5.13.3ἅμα δὲ τῷ κινῆσαι τὴν οὐραγίαν — 前置词 ἅμα 与带冠词与格不定式(τῷ κινῆσαι)结合的结构,表示时间上的同时性(“一……就”)。其中后方的单字 τὴν οὐραγίαν 是该不定式的宾语。
  4. 5.13.6ὧν διαναστάντων — 独立属格(genitive absolute)结构,关系代名词 ὧν 作为其主语,指代前文提及的 Ἰλλυριοὺς... καὶ τῶν πελταστῶν。
  5. 5.13.6συνέβη φυγεῖν — 非人称动词 συνέβη 与不定式 φυγεῖν 的结合,表示某种结果或事件的发生(“结果导致……逃跑”)。

引用这一段

波利比奥斯, 历史 §5.13.1-5.13.10. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.13.1-5.13.10

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。