Humanitext Reader

波利比奥斯 · 历史 §5.12.1-5.12.8

以德胜敌的优越性与菲利普身边的谋士

第 376 段,共 1311 段 · 希腊语

内容简介

作者指出,凭借德行取得胜利比凭借武力更有价值且更能归功于领袖自身,并认为菲利普当时的失策很可能是受其身边谋士(特别是德米特里)的影响。

§5.12.1εἵλετο τῶν ὁμοίων ἐκείνοις ἐπιτηδεύειν.
(他没有)选择做出与他们相似的行为。
δῆλον γὰρ ἐκ τούτων ὡς εἰκὸς ἦν αὑτῶν μὲν καταγινώσκειν, τὸν δὲ Φίλιππον ἀποδέχεσθαι καὶ θαυμάζειν, ὡς βασιλικῶς καὶ μεγαλοψύχως αὐτοῦ· χρωμένου τῇ τε πρὸς τὸ θεῖον εὐσεβείᾳ καὶ τῇ πρὸς αὐτοὺς ὀργῇ.
因为由此显而易见,他们本会谴责自己,而接纳并赞赏菲利普,因为他以君王般且宽宏大量的方式对待了对神明的敬虔以及对他们的愤怒。
§5.12.2καὶ μὴν τό γε νικῆσαι τοὺς πολεμίους καλοκἀγαθίᾳ καὶ τοῖς δικαίοις οὐκ ἐλάττω, μείζω δὲ παρέχεται χρείαν τῶν ἐν τοῖς ὅπλοις κατορθωμάτων.
再者,凭借高尚与正义战胜敌人,其所带来的益处不仅不亚于、反而更大于武力上的成功。
§5.12.3οἷς μὲν γὰρ διʼ ἀνάγκην, οἷς δὲ κατὰ προαίρεσιν εἴκουσιν οἱ λειφθέντες· καὶ τὰ μὲν μετὰ μεγάλων ἐλαττωμάτων ποιεῖται τὴν διόρθωσιν, τὰ δὲ χωρὶς βλάβης πρὸς τὸ βέλτιον μετατίθησι τοὺς ἁμαρτάνοντας.
因为战败者对前者是出于被迫而屈服,对后者则是出于自愿而顺从;且前者是在伴随巨大损失的情况下进行矫正,而后者则能在不造成伤害的情况下使犯错者改过迁善。
§5.12.4τὸ δὲ μέγιστον, ἐν οἷς μὲν τὸ πλεῖστόν ἐστι τῆς πράξεως τῶν ὑποταττομένων, ἐν οἷς δʼ αὐτοτελὴς ἡ νίκη γίνεται τῶν ἡγουμένων.
而最重要的一点在于,在前者的行动中,绝大部分功劳属于部属,而在后者中,胜利则完全归功于领导者自身。
§5.12.5ἴσως μὲν οὖν οὐκ ἄν τις αὐτῷ Φιλίππῳ τῶν τότε γενομένων πᾶσαν ἐπιφέροι τὴν αἰτίαν διὰ τὴν ἡλικίαν, τὸ πλεῖον δὲ τοῖς συνοῦσι καὶ συμπράττουσι τῶν φίλων, ὧν ἦν Ἄρατος καὶ Δημήτριος ὁ Φάριος.
因此,由于年龄的关系,人们或许不会把当时发生之事的全部责任归咎于菲利普本人,而应将大部分责任归于陪伴他并与他共同行动的朋友们,其中就包括阿拉图斯和法罗斯的德米特里。
§5.12.6ὑπὲρ ὧν οὐ δυσχερὲς ἀποφήνασθαι καὶ μὴ παρόντα τότε ποτέρου τὴν τοιαύτην εἰκὸς εἶναι συμβουλίαν.
关于他们,即使是当时不在场的人,也不难断定这种建议更可能是出自他们两人中的哪一位。
§5.12.7χωρὶς γὰρ τῆς κατὰ τὸν ὅλον βίον προαιρέσεως, ἐν ᾗ περὶ μὲν Ἄρατον οὐδὲν ἂν εὑρεθείη προπετὲς οὐδʼ ἄκριτον, περὶ δὲ Δημήτριον τἀναντία, καὶ δεῖγμα τῆς προαιρέσεως ἑκατέρων ἐν οἷς συνεβουλεύσαντο Φιλίππῳ παραπλησίως ὁμολογούμενον ἔχομεν·
因为,且不论他们贯穿一生的处世态度——在这之中,关于阿拉图斯,找不到任何轻率或缺乏理性的行为,而关于德米特里则恰恰相反——我们同样也拥有一个公认的、能表明他们各自态度的证据,即他们对菲利普提出过的建议。
§5.12.8ὑπὲρ οὗ λαβόντες τὸν οἰκεῖον καιρὸν ποιησόμεθα τὴν ἁρμόζουσαν μνήμην.
关于此事,我们将在找到合适时机时予以适当的记述。

词汇与语法注释

  1. 5.12.1εἵλετο — 前一章节(5.11.9)末尾的否定代词 οὐδὲν 支配此动词,意为“他没有选择做……”。它构成了跨越章节边界的长句的终点。
  2. 5.12.1ὡς βασιλικῶς καὶ μεγαλοψύχως αὐτοῦ χρωμένου — 带有连词 ὡς 的属格绝对结构,表示埃托利亚人对菲利普行为所抱有的主观评价或理由(“认为他……”)。
  3. 5.12.3οἷς μὲν ... οἷς δὲ — 复数与格的关系代词(或指示代词),指代前文提到的两种胜利方式(武力胜利与高尚正义的胜利),作为 εἴκουσιν(屈服)的间接宾语。
  4. 5.12.6ποτέρου τὴν τοιαύτην εἰκὸς εἶναι συμβουλίαν — 类似于间接疑问的结构,其中不定式 εἶναι 依赖于 εἰκός(意为“可能/理所当然”)。短语 τὴν τοιαύτην συμβουλίαν 作为不定式的宾格主语,而 ποτέρου 是所有格属格,意为“(这建议是)他们两人中哪一位的”。

引用这一段

波利比奥斯, 历史 §5.12.1-5.12.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.12.1-5.12.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。