Humanitext Reader

波利比奥斯 · 历史 §5.11.1-5.11.9

战争法则与君王和僭主的差异

第 375 段,共 1311 段 · 希腊语

内容简介

作者强烈批评菲利普五世对瑟蒙古庙的破坏,将战争中合理的破坏与多余的暴行进行对比。他进一步探讨了君王与僭主统治哲学上的差异,并指出若菲利普展现出宽宏大量,本会赢得埃托利亚人极高的评价。

§5.11.1δόξης, προβαίνων κατὰ τὴν ἡλικίαν.
声誉,随着他年龄的增长。
ὧν ἦν ἓν καὶ τὸ τότε πραχθέν.
当时所做的事,便是其中之一。
τοῖς γὰρ Αἰτωλῶν ἀσεβήμασι συνεξαμαρτάνων διὰ τὸν θυμὸν καὶ κακῷ κακὸν ἰώμενος οὐδὲν ᾤετο ποιεῖν ἄτοπον.
因为他因愤怒而协同参与了埃托利亚人的不敬恶行,企图以恶治恶,却自以为没有做出任何不当之事。
§5.11.2καὶ Σκόπᾳ μὲν καὶ Δωριμάχῳ παρʼ ἕκαστον εἰς ἀσέλγειαν καὶ παρανομίαν ὠνείδιζε, τὴν ἐν Δωδώνῃ καὶ Δίῳ προφερόμενος ἀσέβειαν εἰς τὸ θεῖον· αὐτὸς δὲ παραπλήσια ποιῶν οὐκ ᾤετο τῆς ὁμοίας ἐκείνοις τεύξεσθαι δόξης παρὰ τοῖς ἀκούσασι.
他还在每个场合都指责斯科帕斯和多里马科斯的放肆与无法无天,历数他们对多多纳和迪翁神明的不敬;然而,他自己做着极其相似的事,却认为自己在闻听者中不会得到与他们相同的名声。
§5.11.3τὸ μὲν γὰρ παραιρεῖσθαι τῶν πολεμίων καὶ καταφθείρειν φρούρια, λιμένας, πόλεις, ἄνδρας, ναῦς, καρπούς, τἄλλα τὰ τούτοις παραπλήσια, διʼ ὧν τοὺς μὲν ὑπεναντίους ἀσθενεστέρους ἄν τις ποιήσαι, τὰ δὲ σφέτερα πράγματα καὶ τὰς ἐπιβολὰς δυναμικωτέρας, ταῦτα μὲν ἀναγκάζουσιν οἱ τοῦ πολέμου νόμοι καὶ τὰ τούτου δίκαια δρᾶν· §5.11.4τὸ δὲ μήτε τοῖς ἰδίοις πράγμασιν ἐπικουρίαν μέλλοντα μηδʼ ἡντινοῦν παρασκευάζειν μήτε τοῖς ἐχθροῖς ἐλάττωσιν πρός γε τὸν ἐνεστῶτα πόλεμον ἐκ περιττοῦ καὶ ναούς, ἅμα δὲ τούτοις ἀνδριάντας καὶ πᾶσαν δὴ τὴν τοιαύτην κατασκευὴν λυμαίνεσθαι, πῶς οὐκ ἂν εἴποι τις εἶναι τρόπου καὶ θυμοῦ λυττῶντος ἔργον;
因为剥夺敌方并摧毁其堡垒、港口、城市、人员、船只、作物以及其他类似之物——通过这些手段,人们可以削弱对手,并使自己的事务和企图更有力量——战争的法律和正义确实强迫人们去做这些事;但是,在既不能给自己带来任何益处,又不能在眼前的战争中给敌人造成任何削弱的情况下,出于多余而损毁神庙,以及与之并存的雕像和所有此类建筑,怎能不让人说这是狂暴的性情与愤怒的产物呢?
§5.11.5οὐ γὰρ ἐπʼ ἀπωλείᾳ δεῖ καὶ ἀφανισμῷ τοῖς ἀγνοήσασι πολεμεῖν τοὺς ἀγαθοὺς ἄνδρας, ἀλλʼ ἐπὶ διορθώσει καὶ μεταθέσει τῶν ἡμαρτημένων, οὐδὲ συναναιρεῖν τὰ μηδὲν ἀδικοῦντα τοῖς ἠδικηκόσιν, ἀλλὰ συσσῴζειν μᾶλλον καὶ συνεξαιρεῖσθαι τοῖς ἀναιτίοις τοὺς δοκοῦντας ἀδικεῖν.
因为高尚的人们不应对犯错者(无知者)进行旨在毁灭和消除的战争,而应旨在纠正和改变其过错;也不应将无辜之物与作恶者一同消灭,而应与无辜者一起,拯救并保全那些被认为犯有错误的人。
§5.11.6τυράννου μὲν γὰρ ἔργον ἐστὶ τὸ κακῶς ποιοῦντα τῷ φόβῳ δεσπόζειν ἀκουσίων, μισούμενον καὶ μισοῦντα τοὺς ὑποταττομένους· βασιλέως δὲ τὸ πάντας εὖ ποιοῦντα, διὰ τὴν εὐεργεσίαν καὶ φιλανθρωπίαν ἀγαπώμενον, ἑκόντων ἡγεῖσθαι καὶ προστατεῖν.
因为僭主的行径是通过作恶施暴、以恐惧来统治违心服从的人,既被臣民憎恨也憎恨臣民;而君王的做法则是通过行善与仁爱获得爱戴,在向所有人施惠的同时,领导并保护心悦诚服的人。
§5.11.7μάλιστα δʼ ἄν τις καταμάθοι τὴν ἁμαρτίαν τὴν τότε Φιλίππου, λαβὼν πρὸ ὀφθαλμῶν τίνα διάληψιν εἰκὸς ἦν Αἰτωλοὺς ἔχειν, εἰ τἀναντία τοῖς εἰρημένοις ἔπραξε καὶ μήτε τὰς στοὰς μήτε τοὺς ἀνδριάντας διέφθειρε μήτʼ ἄλλο μηδὲν ᾐκίσατο τῶν ἀναθημάτων.
如果人们在眼前设想一下,倘若菲利普做出了与上述相反的事,既没有毁坏柱廊,也没有毁坏雕像,更没有损坏任何其他奉纳之物,埃托利亚人会抱有怎样的看法,那么就能最清楚地认识到菲利普当时所犯的错误。
§5.11.8ἐγὼ μὲν γὰρ οἶμαι τὴν βελτίστην ἂν καὶ φιλανθρωποτάτην, συνειδότας μὲν αὑτοῖς τὰ περὶ Δῖον καὶ Δωδώνην πεπραγμένα, σαφῶς δὲ γινώσκοντας ὅθʼ ὁ Φίλιππος τότε καὶ πρᾶξαι κύριος ἦν ὃ βουληθείη, καὶ πράξας τὰ δεινότατα δικαίως ἂν ἐδόκει τοῦτο πεποιηκέναι τό γε κατʼ ἐκείνους μέρος· §5.11.9διὰ δὲ τὴν αὑτοῦ πρᾳότητα καὶ μεγαλοψυχίαν οὐδὲν
因为我个人认为,他们会抱有最好和最仁慈的(评价)。 他们心知肚明自己对迪翁和多多纳的所作所为,并且清楚地知道,当时的菲利普有权做他想做的任何事,而且即使他做出了最可怕的事,在他们看来,他也完全是被视为理所当然地这样做的;但是,由于他本人的温和与宽宏大量,他没有……

词汇与语法注释

  1. §5.11.1ὧν ἦν ἓν καὶ τὸ τότε πραχθέν — 属格复数关系代词 ὧν 指代前一节 §5.10.11 中“与前述伟人相反的所作所为”这一整体背景,引导出主句“其中之一便是当时所做的事”。这在上下文之间形成了紧密的逻辑连接,展示了菲利普一系列令人指责的行为。
  2. §5.11.4τὸ δὲ μήτε... λυμαίνεσθαι — 宾格分词 μέλλοντα 与不定式 λυμαίνεσθαι 的暗示主语(如泛指宾格 τινά)一致。在结构上,冠词性不定式短语 τὸ ... λυμαίνεσθαι(“损坏……这一行为”)作为不定式从句(εἶναι ... ἔργον)的主语,而该从句隶属于 εἴποι。属格 τρόπου 与 εἶναι 连用,充当表征或所有关系的谓语属格(“是……的作风/产物”)。
  3. §5.11.8τὴν βελτίστην ἂν καὶ φιλανθρωποτάτην — 在动词 οἶμαι 之后,省略了来自前一节 §5.11.7 的名词 διάληψιν(看法/评价),同时也省略了不定式(如 σχεῖν“抱有”或 γενέσθαι“产生”)和语气词 ἄν。这构成了与过去事实相反的虚拟条件句的主句(“他们本来会抱有最好和最仁慈的评价”)。

引用这一段

波利比奥斯, 历史 §5.11.1-5.11.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.11.1-5.11.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。