Humanitext Reader

波利比奥斯 · 历史 §5.110.1-5.110.11

腓力因罗马舰队虚报陷入恐慌与撤退

第 474 段,共 1311 段 · 希腊语

内容简介

腓力五世在阿波罗尼亚附近因罗马舰队逼近的虚假报告而陷入恐慌,慌忙撤回马其顿。然而这场恐慌并无根据,实际上只是罗马应斯凯尔迪莱达斯的请求派遣了十艘船的轻型舰队。

§5.110.1Ἀπολλωνίας.
前往阿波罗尼亚。
ἤδη δὲ συνεγγίζοντος αὐτοῦ τοῖς περὶ τὸν Ἀῷον ποταμὸν τόποις, ὃς ῥεῖ παρὰ τὴν τῶν Ἀπολλωνιατῶν πόλιν, ἐμπίπτει πανικὸν παραπλήσιον τοῖς γινομένοις ἐπὶ τῶν πεζικῶν στρατοπέδων.
然而,当他已经接近流经阿波罗尼亚人城邦旁边的奥乌斯河附近地区时,发生了一场极为类似于陆军营地中所发生的那种恐慌。
§5.110.2τῶν γὰρ ἐπὶ τῆς οὐραγίας πλεόντων τινὲς λέμβοι, καθορμισθέντες εἰς τὴν νῆσον, ἣ καλεῖται μὲν Σάσων, κεῖται δὲ κατὰ τὴν εἰσβολὴν τὴν εἰς τὸν Ἰόνιον πόρον, ἧκον ὑπὸ νύκτα πρὸς τὸν Φίλιππον, φάσκοντες συνωρμηκέναι τινὰς αὐτοῖς πλέοντας ἀπὸ πορθμοῦ, §5.110.3τούτους δʼ ἀπαγγέλλειν, ὅτι καταλείποιεν ἐν Ῥηγίῳ πεντήρεις Ῥωμαϊκὰς πλεούσας ἐπʼ Ἀπολλωνίας καὶ πρὸς Σκερδιλαΐδαν.
因为在后方航行的一些快速船,在停泊于被称为萨松、位于进入爱奥尼亚海峡入口处的岛屿后,在夜幕下赶到腓力那里,声称有些从海峡航行而来的人与他们停泊在了一起,并且这些人报告说,他们曾把一些罗马的五层橹船留在雷吉乌姆,而这些船正朝着阿波罗尼亚和斯凯尔迪莱达斯航行。
§5.110.4ὁ δὲ Φίλιππος, ὑπολαβὼν ὅσον οὔπω τὸν στόλον ἐπʼ αὐτὸν παρεῖναι, περίφοβος γενόμενος καὶ ταχέως ἀνασπάσας τὰς ἀγκύρας αὖτις εἰς τοὐπίσω παρήγγειλε πλεῖν.
腓力以为那支舰队眼看就要逼近自己,陷入了极度恐慌,于是急忙起锚,下令往回航行。
§5.110.5οὐδενὶ δὲ κόσμῳ ποιησάμενος τὴν ἀναζυγὴν καὶ τὸν ἀνάπλουν δευτεραῖος εἰς Κεφαλληνίαν κατῆρε, συνεχῶς ἡμέραν καὶ νύκτα τὸν πλοῦν ποιούμενος.
他在毫无秩序的情况下拔营并返航,昼夜不停地航行,于第二天抵达了凯法莱尼亚。
§5.110.6βραχὺ δέ τι θαρρήσας ἐνταῦθα κατέμεινε, ποιῶν ἔμφασιν ὡς ἐπί τινας τῶν ἐν Πελοποννήσῳ πράξεων ἐπεστροφώς.
在那里,他稍微恢复了些信心,便停留下来,装作是为了处理伯罗奔尼撒的某些事务而转身回航的。
§5.110.7συνέβη δὲ ψευδῶς γενέσθαι τὸν ὅλον φόβον περὶ αὐτόν.
然而,事实证明,围绕着他的这一整场恐慌完全是虚惊一场。
§5.110.8ὁ γὰρ Σκερδιλαΐδας, ἀκούων κατὰ χειμῶνα λέμβους ναυπηγεῖσθαι τὸν Φίλιππον πλείους, καὶ προσδοκῶν αὐτοῦ τὴν κατὰ θάλατταν παρουσίαν, διεπέμπετο πρὸς τοὺς Ῥωμαίους διασαφῶν ταῦτα καὶ παρακαλῶν βοηθεῖν,
因为斯凯尔迪莱达斯在冬天听说腓力正在建造更多的快速船,并预料到他会在海上出现,于是便向罗马人送信说明这些情况,请求他们协助。
§5.110.9οἱ δὲ Ῥωμαῖοι δεκαναΐαν ἀπὸ τοῦ περὶ τὸ Λιλύβαιον ἐξαπέστειλαν στόλου, ταύτην τὴν περὶ τὸ Ῥήγιον ὀφθεῖσαν·
罗马人遂从莉莉贝乌姆附近的舰队中派遣了一支由十艘船组成的舰队,而这正是人们在雷吉乌姆附近看到的那支。
§5.110.10ἣν Φίλιππος εἰ μὴ πτοηθεὶς ἀλόγως ἔφυγε, τῶν περὶ τὴν Ἰλλυρίδα πράξεων μάλιστʼ ἂν τότε καθίκετο διὰ τὸ τοὺς Ῥωμαίους πάσαις ταῖς ἐπινοίαις καὶ παρασκευαῖς περὶ τὸν Ἀννίβαν καὶ τὴν περὶ Κάνναν μάχην γίνεσθαι, τῶν τε πλοίων ἐκ τοῦ κατὰ λόγον ἐγκρατὴς ἂν ἐγεγόνει.
如果腓力没有因无理的惊恐而逃跑,他当时最有可能达成在伊利里亚的事务,因为罗马人当时正将所有的心思和准备都集中在汉尼拔和坎尼战役上;而且,按照常理,他本也可以将那些船只收入囊中。
§5.110.11νῦν δὲ διαταραχθεὶς ὑπὸ τῆς προσαγγελίας ἀβλαβῆ μέν, οὐκ εὐσχήμονα δʼ ἐποιήσατο τὴν ἀναχώρησιν εἰς Μακεδονίαν.
但在现实中,他因这一报告而极度惊慌,虽然安然无恙,却极其不体面地撤回了马其顿。

词汇与语法注释

  1. 5.110.2συνωρμηκέναι — 动词 συν-ορμέω(共同停泊、在同一处下锚)的完成时主动不定式,隶属于前面的分词 φάσκοντες(声称)。此词易与读音相近的 συν-ορμάω(一同出发、共同冲锋)相混淆,但在上下文中表示“从海峡航行而来的船只与他们停泊在同一个岛屿”。
  2. 5.110.3τούτους δʼ ἀπαγγέλλειν — 宾格代词 τούτους(这些人)指代前文中提到的自海峡而来的航行者,充当不定式 ἀπαγγέλλειν 的逻辑主语。该不定式本身也是承接前句分词 φάσκοντες 的间接引语的一部分(意为“快速船船员声称这些人报告说……”)。
  3. 5.110.10ἣν Φίλιππος εἰ μὴ — 阴性单数宾格关系代词 ἣν 指代前句中的 δεκαναΐαν ... στόλου(十艘船的舰队),在句首起连接关系代词的作用。它置于条件从句 εἰ μὴ(如果不)之前,作为主题宾格出现,而不是直接受主句中动词或形容词的格支配(如 καθίκετο 或 ἐγκρατὴς,它们均要求属格)。

引用这一段

波利比奥斯, 历史 §5.110.1-5.110.11. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:5.110.1-5.110.11

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。