§5.109.1Φίλιππος δὲ κατὰ τὴν παραχειμασίαν ἀναλογιζόμενος ὅτι πρὸς τὰς ἐπιβολὰς αὐτοῦ χρεία πλοίων ἐστὶ καὶ τῆς κατὰ θάλατταν ὑπηρεσίας, καὶ ταύτης οὐχ ὡς πρὸς ναυμαχίαν — §5.109.2τοῦτο μὲν γὰρ οὐδʼ ἂν ἤλπισε δυνατὸς εἶναι, Ῥωμαίοις διαναυμαχεῖν — ἀλλὰ μᾶλλον ἕως τοῦ παρακομίζειν στρατιώτας καὶ θᾶττον διαίρειν οὗ πρόθοιτο καὶ παραδόξως ἐπιφαίνεσθαι τοῖς πολεμίοις·
腓力在冬营期间考虑到,为了他的计划,他需要船只和海上协助,而且这种协助并不是为了进行海战—— 因为他甚至不曾指望自己能够与罗马人进行决战——而更为了运送士兵,更迅速地渡海前往他所企图的地方,并出乎意料地出现在敌人面前。
§5.109.3διόπερ ὑπολαβὼν ἀρίστην εἶναι πρὸς ταῦτα τὴν τῶν Ἰλλυριῶν ναυπηγίαν ἑκατὸν ἐπεβάλετο λέμβους κατασκευάζειν, σχεδὸν πρῶτος τῶν ἐν Μακεδονίᾳ βασιλέων.
因此,他认为伊利里亚人的造船技术最适合这些目的,于是着手建造一百艘快速船(林布斯),这在马其顿国王中几乎是首创。
§5.109.4καταρτίσας δὲ τούτους συνῆγε τὰς δυνάμεις ἀρχομένης θερείας, καὶ βραχέα προσασκήσας τοὺς Μακεδόνας ἐν ταῖς εἰρεσίαις ἀνήχθη.
装备好这些船只后,他在初夏开始时集结军队,并在对马其顿人进行了简短的划桨训练后启航。
§5.109.5κατὰ δὲ τὸν αὐτὸν καιρὸν Ἀντίοχος μὲν ὑπερέβαλε τὸν Ταῦρον, Φίλιππος δὲ ποιησάμενος τὸν πλοῦν διʼ Εὐρίπου καὶ [τοῦ] περὶ Μαλέαν ἧκε πρὸς τοὺς περὶ Κεφαλληνίαν καὶ Λευκάδα τόπους, ἐν οἷς καθορμισθεὶς ἐκαραδόκει πολυπραγμονῶν τὸν τῶν Ῥωμαίων στόλον.
与此同时,安条克越过了托罗斯山脉,而腓力则经由欧里波斯和马莱阿角周边航行,抵达了凯法莱尼亚和莱夫卡斯附近的地区,并在那里停泊,密切注视并多方打探罗马舰队的动向。
§5.109.6πυνθανόμενος δὲ περὶ τὸ Λιλύβαιον αὐτοὺς ὁρμεῖν, θαρρήσας ἀνήχθη, καὶ προῆγε ποιούμενος τὸν πλοῦν ὡς ἐπʼ
当得知他们停泊在莉莉贝乌姆附近时,他便放下心来,扬帆启航,继续航行,朝着……