§5.102.1δὲ καιρὸν εἶναι νῦν, ἐπταικότων Ῥωμαίων.
并表示在罗马人惨败的当下,正是绝佳的时机。
τοιούτοις δὲ χρησάμενος λόγοις ταχέως παρώρμησε τὸν Φίλιππον, ὡς ἄν, οἶμαι, καὶ νέον βασιλέα καὶ κατὰ τὰς πράξεις ἐπιτυχῆ καὶ καθόλου τολμηρὸν εἶναι δοκοῦντα, πρὸς δὲ τούτοις ἐξ οἰκίας ὁρμώμενον τοιαύτης, ἣ μάλιστά πως ἀεὶ τῆς τῶν ὅλων ἐλπίδος ἐφίεται. πλὴν ὅ γε Φίλιππος,
他用这样的话语迅速煽动了腓力,我想,这是因为他既年轻,又在事业上屡屡得手,且素来被认为胆识过人,加之出身于这样一个无论如何总是觊觎天下霸权的家族。
§5.102.2ὡς εἶπον, τότε μὲν αὐτῷ τῷ Δημητρίῳ τὰ προσπεπτωκότα διὰ τῆς ἐπιστολῆς ἐδήλωσε, μετὰ δὲ ταῦτα συνῆγε τοὺς φίλους καὶ διαβούλιον ἀνεδίδου περὶ τῆς πρὸς Αἰτωλοὺς διαλύσεως.
然而腓力,正如我所说,当时他仅向德米特里本人透露了信中传来的消息,但此后他便召集朋友们,就与埃托利亚人达成和解一事展开商议。
§5.102.3ὄντων δὲ καὶ τῶν περὶ τὸν Ἄρατον οὐκ ἀλλοτρίων διεξαγωγῆς τῷ δοκεῖν ὑπερδεξίους ὄντας τῷ πολέμῳ ποιεῖσθαι τὴν διάλυσιν,
而阿拉图斯及其身边的人也不反对达成协议,因为他们认为,在战争中显得处于优势地位的情况下缔结和约是适宜的。
§5.102.4οὕτως ὁ βασιλεύς, οὐδὲ τοὺς πρεσβευτὰς ἔτι προσδεξάμενος τοὺς κοινῇ πράττοντας τὰ περὶ τὰς διαλύσεις, παραχρῆμα Κλεόνικον μὲν τὸν Ναυπάκτιον πρὸς τοὺς Αἰτωλοὺς διεπέμψατο — §5.102.5κατέλαβε γὰρ ἔτι τοῦτον ἐκ τῆς αἰχμαλωσίας ἐπιμένοντα τὴν τῶν Ἀχαιῶν σύνοδον — αὐτὸς δὲ παραλαβὼν ἐκ Κορίνθου τὰς ναῦς καὶ τὴν πεζὴν δύναμιν ἧκεν ἔχων εἰς Αἴγιον.
于是,国王甚至不再等候那些共同谋求和约的使节,便立即派遣纳乌帕克托斯人克莱奥尼库斯前往埃托利亚人那里—— 因为他发现此人自被俘以来,仍一直在等候阿开亚人的大会——而他自己则带领着从科林斯调集的船只和步兵力量来到了埃吉乌姆。
§5.102.6καὶ προελθὼν ἐπὶ Λασιῶνα καὶ τὸν ἐν τοῖς Περιππίοις πύργον παραλαβών, καὶ συνυποκριθεὶς ὡς ἐμβαλῶν εἰς τὴν Ἠλείαν, τοῦ μὴ δοκεῖν λίαν ἕτοιμος εἶναι πρὸς τὴν τοῦ πολέμου κατάλυσιν,
他推进到拉西翁,攻占了佩里皮亚的防御塔,并佯装将要入侵伊利斯,以免显得过于急于结束战争。
§5.102.7μετὰ ταῦτα δὶς ἢ τρὶς ἀνακάμψαντος τοῦ Κλεονίκου, δεομένων τῶν Αἰτωλῶν εἰς λόγους σφίσι συνελθεῖν ἐπήκουσε, §5.102.8καὶ πάντʼ ἀφεὶς τὰ τοῦ πολέμου πρὸς μὲν τὰς συμμαχίδας πόλεις γραμματοφόρους ἐξαπέστειλε, παρακαλῶν πέμπειν τοὺς συνεδρεύσοντας καὶ μεθέξοντας τῆς ὑπὲρ τῶν διαλύσεων κοινολογίας,
此后,在克莱奥尼库斯往返两三次、埃托利亚人哀求与他举行会谈之后,他听从了这一请求,并搁置了所有军事行动,向同盟城市派出了信使,敦促它们派遣代表参与会议,共同讨论有关和约的事宜。
§5.102.9αὐτὸς δὲ διαβὰς μετὰ τῆς δυνάμεως καὶ καταστρατοπεδεύσας περὶ Πάνορμον, ὃς ἔστι μὲν τῆς Πελοποννήσου λιμήν, κεῖται δὲ καταντικρὺ τῆς τῶν Ναυπακτίων πόλεως, ἀνέμενε τοὺς τῶν συμμάχων συνέδρους.
而他自己则率领军队渡海,在帕诺尔穆斯附近安营扎寨——该地是伯罗奔尼撒的一处港口,正对着纳乌帕克托斯人的城市——在那里等候同盟国代表的到来。
§5.102.10κατὰ δὲ τὸν καιρὸν τοῦτον, καθʼ ὃν ἔδει συναθροίζεσθαι τοὺς προειρημένους, πλεύσας εἰς Ζάκυνθον διʼ αὑτοῦ κατεστήσατο τὰ κατὰ τὴν νῆσον, καὶ παρῆν
在此期间,也就是上述人员应当集结的时候,他乘船前往扎金索斯,亲自整顿了该岛的事务,并已返回此地。