§5.101.1διόπερ ἀκούων τοὺς Σκερδιλαΐδου λέμβους περὶ Μαλέαν λῄζεσθαι καὶ πᾶσι τοῖς ἐμπόροις ὡς πολεμίοις χρῆσθαι, παρεσπονδηκέναι δὲ καὶ τῶν ἰδίων τινὰ πλοίων ἐν Λευκάδι συνορμήσαντα,
因此,在听说斯凯尔迪莱达斯的轻捷船在马勒阿海角附近进行掠夺,并将所有商人视同敌人对待,而且还对在莱乌卡斯与他们一同停泊的、属于他自己的一些船只违反了协定,他装备了十二艘有甲板的战船、八艘无甲板的战船和三十艘半列桨船,穿过埃夫里普斯海峡航行。
§5.101.2καταρτίσας δώδεκα μὲν καταφράκτους ναῦς, ὀκτὼ δʼ ἀφράκτους, τριάκοντα δʼ ἡμιολίους, ἔπλει διʼ Εὐρίπου, σπεύδων μὲν καταλαβεῖν καὶ τοὺς Ἰλλυριούς, καθόλου δὲ μετέωρος ὢν ταῖς ἐπιβολαῖς ἐπὶ τὸν κατὰ τῶν Αἰτωλῶν πόλεμον διὰ τὸ μηδέν πω συνεικέναι τῶν ἐν Ἰταλίᾳ γεγονότων.
他一方面急于也捕获那些伊利里亚人,另一方面由于对意大利所发生的事情还一无所知,因而在针对埃托利亚人的战争计划中普遍情绪高涨。
§5.101.3συνέβαινε δέ, καθʼ οὓς καιροὺς ἐπολιόρκει τὰς Θήβας Φίλιππος, ἡττῆσθαι Ῥωμαίους ὑπʼ Ἀννίβου τῇ περὶ Τυρρηνίαν μάχῃ, τὴν δὲ φήμην ὑπὲρ τῶν γεγονότων μηδέπω προσπεπτωκέναι τοῖς Ἕλλησιν.
当时的情况是,就在腓力包围底比斯的那个时期,罗马人在蒂勒尼亚附近的战役中被汉尼拔击败,但关于这些事件的传闻尚未传到希腊人那里。
§5.101.4ὁ δὲ Φίλιππος, τῶν λέμβων ὑστερήσας καὶ καθορμισθεὶς πρὸς Κεγχρεαῖς τὰς μὲν καταφράκτους ναῦς ἐξαπέστειλε, συντάξας περὶ Μαλέαν ποιεῖσθαι τὸν πλοῦν ὡς ἐπʼ Αἰγίου καὶ Πατρῶν, τὰ δὲ λοιπὰ τῶν πλοίων ὑπερισθμίσας ἐν Λεχαίῳ παρήγγελλε πᾶσιν ὁρμεῖν.
腓力因未能赶上那些轻捷船而停泊在肯克雷埃,他派遣了有甲板的船只,命令它们绕过马勒阿海角航行,仿佛朝向埃吉乌姆和帕特雷;至于其余的船只,他则让人把它们拖过地峡送入莱哈伊翁,并下令所有船只在那里停泊。
§5.101.5αὐτὸς δὲ κατὰ σπουδὴν ἧκε μετὰ φίλων ἐπὶ τὴν τῶν Νεμέων πανήγυριν εἰς Ἄργος.
他自己则与朋友们一起行色匆匆地前往阿耳戈斯,去参加尼米亚竞技会的盛典。
§5.101.6ἄρτι δʼ αὐτοῦ θεωμένου τὸν ἀγῶνα τὸν γυμνικόν, παρῆν ἐκ Μακεδονίας γραμματοφόρος διασαφῶν ὅτι λείπονται Ῥωμαῖοι μάχῃ μεγάλῃ καὶ κρατεῖ τῶν ὑπαίθρων Ἀννίβας.
就在他观看体育竞技时,一个信使从马其顿赶来,说明罗马人在一场大战中落败,汉尼拔控制了野外战场。
§5.101.7παραυτίκα μὲν οὖν Δημητρίῳ τῷ Φαρίῳ μόνῳ τὴν ἐπιστολὴν ἐπέδειξε, σιωπᾶν παρακελευσάμενος·
于是他当即只把信给法罗斯的德米特里一人看,并叮嘱他保持沉默。
§5.101.8ὃς καὶ λαβόμενος τῆς ἀφορμῆς ταύτης τὸν μὲν πρὸς τοὺς Αἰτωλοὺς ᾤετο δεῖν τὴν ταχίστην ἀπορρῖψαι πόλεμον, ἀντέχεσθαι δὲ τῶν κατὰ τὴν Ἰλλυρίδα πραγμάτων ἠξίου καὶ τῆς εἰς Ἰταλίαν διαβάσεως.
后者抓住这个契机,认为应当尽快结束与埃托利亚人的战争,并极力主张他专注于伊利里亚的事务以及渡海前往意大利。
§5.101.9τὰ μὲν γὰρ κατὰ τὴν Ἑλλάδα πάντα καὶ νῦν ἤδη ποιεῖν αὐτῷ τὸ προσταττόμενον ἔφη καὶ μετὰ ταῦτα ποιήσειν, Ἀχαιῶν μὲν ἐθελοντὴν εὐνοούντων, Αἰτωλῶν δὲ καταπεπληγμένων ἐκ τῶν συμβεβηκότων αὐτοῖς κατὰ τὸν ἐνεστῶτα πόλεμον· §5.101.10τὴν δʼ Ἰταλίαν ἔφη καὶ τὴν ἐκεῖ διάβασιν ἀρχὴν εἶναι τῆς ὑπὲρ τῶν ὅλων ἐπιβολῆς, ἣν οὐδενὶ καθήκειν μᾶλλον ἢ ʼκείνῳ τὸν
因为他说,希腊的所有事务即使在现在也已经顺从他的旨意,而且此后也会如此,因为阿开亚人是自愿抱持好意,而埃托利亚人则因在当下的战争中遭遇的变故而惊恐万分;此外,他说意大利以及前往该地的渡海行动正是确立世界霸权的开端,而这一计划比任何人都更适合他,而[那个]