§5.100.1ἐπὶ μὲν οὖν ἡμέρας τρεῖς τὰς πρώτας οὐδὲν ἠδύνατο προβιβάζειν τῶν ἔργων διὰ τὸ γενναίως καὶ παραβόλως ἀμύνεσθαι τοὺς ἐκ τῆς πόλεως.
因此在最初的三天里,由于城内的居民英勇且拼死抵抗,他未能使攻城工程取得任何进展。
§5.100.2ἐπειδὴ δὲ διὰ τὴν συνέχειαν τῶν ἀκροβολισμῶν καὶ τὸ πλῆθος τῶν βελῶν οἱ προκινδυνεύοντες τῶν ἐκ τῆς πόλεως οἱ μὲν ἔπεσον, οἱ δὲ κατετραυματίσθησαν, τότε βραχείας ἐνδόσεως γενομένης ἤρξαντο τῶν ὀρυγμάτων οἱ Μακεδόνες.
然而,由于持续不断的冲突和密集的投射物,城内最前线战斗的人员中,一部分人阵亡,另一部分人受伤,此时抵抗出现了轻微的松懈,马其顿人便开始挖掘地道。
§5.100.3τῇ δὲ συνεχείᾳ, καίπερ ἀντιβαίνοντος τοῦ χωρίου, μόλις ἐναταῖοι πρὸς τὸ τεῖχος ἐξίκοντο.
凭借不懈的努力,尽管地形极其不利,他们终于在第九天艰难地到达了城墙下。
§5.100.4μετὰ δὲ ταῦτα ποιούμενοι τὴν ἐργασίαν ἐκ διαδοχῆς, ὥστε μήθʼ ἡμέρας μήτε νυκτὸς διαλείπειν, ἐν τρισὶν ἡμέραις δύο πλέθρα τοῦ τείχους ὑπώρυξαν καὶ διεστύλωσαν.
此后,他们轮流进行作业,以使昼夜不停,在三天内,他们从城墙下方挖掘了两普勒戎的长度,并用支柱支撑。
§5.100.5τῶν δʼ ἐρεισμάτων οὐ δυναμένων ὑποφέρειν τὸ βάρος, ἀλλʼ ἐνδόντων, πεσεῖν συνέβη τὸ τεῖχος πρὸ τοῦ πῦρ ἐμβαλεῖν τοὺς Μακεδόνας.
由于支柱无法承受重量而弯曲,在马其顿人纵火之前,城墙就已经倒塌了。
§5.100.6ἐνεργὸν δὲ ποιησαμένων τὴν ἀνακάθαρσιν τοῦ πτώματος, καὶ παρασκευασαμένων πρὸς τὴν εἴσοδον καὶ μελλόντων ἤδη βιάζεσθαι, καταπλαγέντες παρέδοσαν οἱ Θηβαῖοι τὴν πόλιν.
当马其顿人积极清理倒塌的废墟,做好了突入的准备,并正准备强行攻入时,底比斯人陷入了恐慌,交出了城市。
§5.100.7ὁ δὲ Φίλιππος διὰ τῆς πράξεως ταύτης ἀσφαλισάμενος τὰ κατὰ τὴν Μαγνησίαν καὶ Θετταλίαν ἀφείλετο τὰς μεγάλας ὠφελείας τῶν Αἰτωλῶν, ἀπεδείξατο δὲ καὶ ταῖς αὑτοῦ δυνάμεσιν ὅτι δικαίως ἐπανείλετο τοὺς περὶ τὸν Λεόντιον, ἐθελοκακήσαντας πρότερον ἐν τῇ περὶ τοὺς Παλαιεῖς πολιορκίᾳ.
腓力通过这一行动稳定了马格尼西亚和色萨利的局势,剥夺了埃托利亚人的巨大收益,同时也向自己的军队证明,他处死莱翁提乌斯及其同伙是完全正当的,因为这些人此前在巴莱包围战中曾故意消极怠工。
§5.100.8γενόμενος δὲ κύριος τῶν Θηβῶν τοὺς μὲν ὑπάρχοντας οἰκήτορας ἐξηνδραποδίσατο, Μακεδόνας δʼ εἰσοικίσας Φιλίππου τὴν πόλιν ἀντὶ Θηβῶν κατωνόμασεν.
在成为底比斯的主人后,他将原有的居民卖为奴隶,并迁入马其顿人,将该城改名为腓力波利斯,以取代底比斯之名。
§5.100.9ἤδη δʼ αὐτοῦ συντετελεσμένου τὰ κατὰ τὰς Θήβας, πάλιν ἧκον ὑπὲρ τῶν διαλύσεων παρά τε Χίων καὶ Ῥοδίων καὶ Βυζαντίων πρέσβεις καὶ παρὰ Πτολεμαίου τοῦ βασιλέως· §5.100.10οἷς παραπλησίους ἀποκρίσεις δοὺς ταῖς πρότερον, καὶ φήσας οὐκ ἀλλότριος εἶναι διαλύσεως, ἔπεμψε κελεύσας αὐτοὺς πεῖραν λαμβάνειν καὶ τῶν Αἰτωλῶν.
当他已经处理完底比斯的事务时,来自希奥斯、罗得岛、拜占庭的使节以及普托勒迈伊斯国王的使节再次为和谈而来;腓力给他们的答复与之前相似,并表示自己并不反对和谈,随后派遣他们离去,嘱咐他们也去试探一下埃托利亚人的意图。
§5.100.11αὐτὸς δὲ τῆς μὲν διαλύσεως ὠλιγώρει, τοῦ δὲ πράττειν τι τῶν ἑξῆς ἀντείχετο.
但他自己对和谈并不在意,而是专注于实施接下来的行动。