§4.86.1ἀνακαλύπτειν τι τούτων.
或[在]揭露这些事情中的任何一件[之前]。
τοῦ δὲ βασιλέως εὐαρεστήσαντος τοῖς λεγομένοις, καὶ φήσαντος οὐκ ὀλιγωρήσειν, ἀλλʼ ἐξετάσειν, τότε μὲν διελύθησαν.
由于国王对所说的话表示满意,并表示自己不会忽视而是会进行调查,当时他们便散去了。
§4.86.2ἐν δὲ ταῖς ἑξῆς ἡμέραις ὁ μὲν Ἀπελλῆς οὐδεμίαν ἀπόδειξιν προσῆγε τοῖς εἰρημένοις· τοῖς δὲ περὶ τὸν Ἄρατον ἐγένετό τι συγκύρημα τοιοῦτον.
在接下来的几天里,阿佩莱斯没有为所说的话提供任何证据;而对阿拉图斯及其党羽来说,发生了一件如下的巧合之事。
§4.86.3οἱ γὰρ Ἠλεῖοι, καθʼ ὃν καιρὸν ὁ Φίλιππος αὐτῶν ἐπόρθει τὴν χώραν, ὑποπτεύσαντες τὸν Ἀμφίδαμον ἐπεβάλοντο συλλαβεῖν καὶ δήσαντες εἰς τὴν Αἰτωλίαν ἐκπέμπειν.
因为埃利斯人在腓力劫掠他们领土的时候,怀疑阿姆菲达莫斯,企图逮捕他并将其捆绑送往埃托利亚。
§4.86.4ὁ δὲ προαισθόμενος αὐτῶν τὴν ἐπίνοιαν ἀπεχώρησε τὰς μὲν ἀρχὰς εἰς Ὀλυμπίαν, μετὰ δὲ ταῦτα πυνθανόμενος τὸν Φίλιππον ἐν τῇ Δύμῃ περὶ τὴν τῶν λαφύρων οἰκονομίαν διατρίβειν, ἔσπευσε πρὸς τοῦτον διαπεσεῖν.
但他预先察觉了他们的企图,起初退避到奥林匹亚,其后得知腓力在迪美忙于处理战利品,便急忙投奔他。
§4.86.5ὅθεν οἱ περὶ τὸν Ἄρατον, ἀκούσαντες τὸν Ἀμφίδαμον ἐκ τῆς Ἤλιδος ἐκπεπτωκότα παρεῖναι, γενόμενοι περιχαρεῖς διὰ τὸ μηδὲν αὑτοῖς συνειδέναι, προσελθόντες ᾤοντο δεῖν τὸν βασιλέα καλεῖν τὸν Ἀμφίδαμον· §4.86.6καὶ γὰρ εἰδέναι περὶ τῶν κατηγορουμένων ἐκεῖνον βέλτιστα πρὸς ὃν ἐρρήθη, καὶ δηλώσειν τὴν ἀλήθειαν, πεφευγότα μὲν ἐξ οἴκου διὰ τὸν Φίλιππον, τὰς δʼ ἐλπίδας ἔχοντα τῆς σωτηρίας κατὰ τὸ παρὸν ἐν ἐκείνῳ.
因此阿拉图斯及其党羽听说阿姆菲达莫斯已从埃利斯逃亡并在此地,因问心无愧而喜出万分,便上前认为国王应当召见阿姆菲达莫斯;因为[他们认为]作为被控告之事的倾听对象,他最清楚这些事,而且他因腓力而逃离家园,目前将得救的希望寄托在腓力身上,因此必然会表明真相。
§4.86.7πεισθεὶς δὲ τοῖς λεγομένοις ὁ βασιλεύς, καὶ μεταπεμψάμενος τὸν Ἀμφίδαμον, εὗρε τὴν διαβολὴν οὖσαν ψευδῆ.
国王听信了这些话,召来阿姆菲达莫斯后,发现这番诽谤是虚假的。
§4.86.8διὸ καὶ τὸν μὲν Ἄρατον ἀπὸ ταύτης τῆς ἡμέρας ἀεὶ καὶ μᾶλλον ἀπεδέχετο καὶ κατηξίου, πρὸς δὲ τὸν Ἀπελλῆν λοξότερον εἶχε· τῇ γε μὴν ὁλοσχερεῖ προκατεχόμενος ἀποδοχῇ πολλὰ παρορᾶν ἠναγκάζετο τῶν ὑπʼ αὐτοῦ γινομένων.
因此,从那天起,他对阿拉图斯越发赏识和器重,对阿佩莱斯则冷淡起来;然而,由于之前对他抱有彻底的偏爱,他不得不对他所做的许多事情视而不见。