Humanitext Reader

波利比奥斯 · 历史 §4.85.1-4.85.6

与阿佩莱斯的对质及阿拉图斯的进谏

第 362 段,共 1311 段 · 希腊语

内容简介

腓力国王听信了阿佩莱斯的诽谤,召见阿拉图斯等人与阿佩莱斯对质。阿拉图斯对此进行回应,敦促国王决不要轻信谗言,而应首先进行彻底的调查。

§4.85.1Μακεδόνας πόλεμον.
……针对马其顿人的战争。
τὸ μὲν οὖν πρῶτον Φίλιππος δεξάμενος τοὺς λόγους καλεῖν ἐκέλευε τοὺς περὶ τὸν Ἄρατον καὶ λέγειν ἐναντίον ἐκείνων ταῦτα τὸν Ἀπελλῆν.
因此起初,腓力听信了这些话,便下令召见阿拉图斯及其党羽,并让阿佩莱斯当着他们的面陈述这些事情。
§4.85.2τῶν δὲ παραγενομένων, ἔλεγε τὰ προειρημένα τολμηρῶς καὶ καταπληκτικῶς ὁ Ἀπελλῆς, καί τι προσεπεῖπε τοιοῦτον ἔτι σιωπῶντος τοῦ βασιλέως· " §4.85.3ἐπείπερ οὕτως ἀχαρίστους ὑμᾶς ὁ βασιλεύς, Ἄρατε, καὶ λίαν ἀγνώμονας εὑρίσκει, κρίνει συναγαγὼν τοὺς Ἀχαιοὺς καὶ περὶ τούτων ἀπολογισμοὺς ποιησάμενος ἀπαλλάττεσθαι πάλιν εἰς Μακεδονίαν.
当他们到来时,阿佩莱斯极其大胆且威逼地陈述了前述内容,并在国王依然保持沉默时,又补充了如下之言: “阿拉图斯,既然国王发现你们如此忘恩负义且极不讲理,他已决定在召集阿开亚人并就这些事情进行清算后,便启程返回马其顿。
§4.85.4"ὁ δὲ πρεσβύτερος Ἄρατος ὑπολαβὼν καθόλου μὲν ἠξίου τὸν Φίλιππον μηδενὶ τῶν λεγομένων ὀξέως μηδʼ ἀκρίτως μηδέποτε πιστεύειν, §4.85.5ὅταν δὲ κατά τινος τῶν φίλων καὶ συμμάχων προσπέσῃ τις αὐτῷ λόγος, τὸν ἀκριβέστερον ἔλεγχον ποιεῖσθαι πρὶν ἢ δέξασθαι τὴν διαβολήν· καὶ γὰρ βασιλικὸν εἶναι τὸ τοιοῦτο καὶ πρὸς πᾶν συμφέρον.
” 而年长的阿拉图斯接过话茬,要求腓力在通常情况下决不要轻易或不加审视地相信任何所言之事,且每当有针对其任何朋友及盟友的传闻传到他那里时,在接受诽谤之前进行更精确的检验;因为这不仅是君王应有的风范,而且在各方面都是有益的。
§4.85.6διὸ καὶ νῦν ἠξίου περὶ τῶν ὑπʼ Ἀπελλοῦ λεγομένων καλεῖν τοὺς ἀκηκοότας, ἄγειν εἰς τὸ μέσον τὸν εἰρηκότα πρὸς αὐτόν, μηδὲν παραλιπεῖν τῶν δυνατῶν εἰς τὸ γνῶναι τὴν ἀλήθειαν, πρὶν ἢ πρὸς τοὺς Ἀχαιοὺς
因此,他要求针对阿佩莱斯所说的事情,现在也召集那些听闻者,将对他(阿佩莱斯)说话的那个人带到公众面前,在向阿开亚人[起诉]之前,为查明真相决不遗漏任何可能的手段。

词汇与语法注释

  1. §4.85.1καλεῖν ἐκέλευε τοὺς περὶ τὸν Ἄρατον καὶ λέγειν ἐναντίον ἐκείνων ταῦτα τὸν Ἀπελλῆν — 两个依附于主动词 ἐκέλευε(命令)的不定式 καλεῖν 和 λέγειν 在主语处理上有所不同。καλεῖν 的逻辑主语未指明(意为“命令[某人]召见”),而 λέγειν 则有明确的宾格主语 τὸν Ἀπελλῆν(意为“命令阿佩莱斯陈述”)。
  2. §4.85.5ποιεῖσθαι — 不定式 ποιεῖσθαι 依附于前一节(§4.85.4)的动词 ἠξίου(要求),构成间接命令,其逻辑主语在上下文中承前省,指腓力(宾格 αὐτόν)。
  3. §4.85.5βασιλικὸν εἶναι τὸ τοιοῦτο — 这是间接引语中的“宾格加不定式”结构,延续了由 ἠξίου 引入的陈述。其中 τὸ τοιοῦτο(此类行为)是主语,βασιλικὸν(具君王风范的)是谓语形容词。

引用这一段

波利比奥斯, 历史 §4.85.1-4.85.6. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.85.1-4.85.6

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。