Humanitext Reader

波利比奥斯 · 历史 §4.81.1-4.81.14

斯巴达希隆的政变企图与流亡

第 358 段,共 1311 段 · 希腊语

内容简介

在拉刻代蒙,希隆企图通过暗杀监察官来夺取王位并颠覆政体,但未能擒获利库尔戈斯,被迫流亡亚该亚;与此同时,拉刻代蒙人因惧怕腓力的逼近而撤退。

§4.81.1κατὰ δὲ τοὺς αὐτοὺς καιροὺς Φίλιππος ἔπραττε τὰ κατὰ τὴν Τριφυλίαν, καὶ Χείλων ὁ Λακεδαιμόνιος, ὑπολαμβάνων αὑτῷ καθήκειν κατὰ γένος τὴν βασιλείαν, καὶ βαρέως φέρων τὴν γεγενημένην ὑπεροψίαν περὶ αὐτὸν ἐκ τῶν ἐφόρων ἐν τῇ κατὰ τὸν Λυκοῦργον κρίσει περὶ τῆς βασιλείας, κινεῖν ἐπεβάλετο τὰ καθεστῶτα.
当腓力正在处理特里菲利亚的事务时,拉刻代蒙人希隆认为按照家族血统王位应当归属于他,并且对监察官们在有关利库尔戈斯继承王位的裁决中表现出的对自己的轻视深感愤恨,于是企图颠覆现存的体制。
§4.81.2νομίσας δʼ, εἰ τὴν ὁδὸν τὴν αὐτὴν ἔλθοι Κλεομένει καὶ τοῖς πολλοῖς ὑποδείξαι τὴν ἐλπίδα τῆς κληρουχίας καὶ τῶν ἀναδασμῶν, ταχέως ἐπακολουθήσειν αὐτῷ τὸ πλῆθος, ὥρμησε πρὸς τὴν πρᾶξιν.
他认为,如果自己走上与克莱奥梅涅斯相同的道路,向大众展示分配土地和重新划分财产的希望,民众就会迅速跟随他,于是他便着手进行这一行动。
§4.81.3συμφρονήσας δὲ περὶ τούτων πρὸς τοὺς φίλους, καὶ λαβὼν κοινωνοὺς τῆς τόλμης εἰς διακοσίους τὸ πλῆθος, ἐγίνετο πρὸς τῷ συντελεῖν τὴν ἐπίνοιαν.
他与朋友们就此达成共识,并争取到了大约两百名同谋者,开始将自己的计划付诸实施。
§4.81.4θεωρῶν δὲ μέγιστον ἐμπόδιον ὑπάρχον αὑτῷ πρὸς τὴν ἐπιβολὴν τὸν Λυκοῦργον καὶ τοὺς ἐφόρους τοὺς περιθέντας ἐκείνῳ τὴν βασιλείαν, ὥρμησε πρῶτον ἐπὶ τούτους.
他看到利库尔戈斯和授予其王位的监察官们是自己企图的最大障碍,于是首先向他们发起了袭击。
§4.81.5τοὺς μὲν οὖν ἐφόρους δειπνοῦντας καταλαβών, πάντας αὐτοῦ κατέσφαξε, τῆς τύχης τὴν ἁρμόζουσαν αὐτοῖς ἐπιθείσης δίκην· καὶ γὰρ ὑφʼ οὗ καὶ περὶ οὗ ταῦτʼ ἔπαθον, δικαίως αὐτοὺς ἄν τις φήσειε πεπονθέναι.
他趁监察官们正在用餐时突袭了他们,并在现场将他们全部斩杀,命运给予了他们应得的惩罚;因为考虑到他们是在谁的手中、又因何缘故遭受这一切的,任何人都不得不说他们是罪有应得。
§4.81.6ὁ δὲ Χείλων, τὰ κατὰ τούτους συντελεσάμενος, παρῆν ἐπὶ τὴν οἰκίαν τοῦ Λυκούργου καὶ κατέλαβε μὲν ἔνδον, οὐ μὴν ἐδυνήθη γʼ ἐγκρατὴς αὐτοῦ γενέσθαι.
希隆在完成了对这些人的杀戮后,赶到了利库尔戈斯的住宅,确实发现他在家里,但最终却未能将其擒获。
§4.81.7διὰ γάρ τινων κατοικούντων ἐκ γειτόνων ἐκκλαπεὶς καὶ διαδρὰς ἔλαθεν αὐτόν.
因为利库尔戈斯在一些邻居的协助下被秘密转移并逃脱,瞒过了希隆。
οὗτος μὲν οὖν ἀνεχώρησε ταῖς ἀνοδίαις εἰς τὴν ἐν τῇ Τριπόλει προσαγορευομένην Πελλήνην.
于是利库尔戈斯取道荒僻的小径,撤退到了位于德里波利斯被称为佩莱内的地方。
§4.81.8ὁ δὲ Χείλων ἀπεσφαλμένος τοῦ κυριωτάτου πρὸς τὴν ἐπιβολὴν ἀθύμως διέκειτο, πράττειν δʼ ὅμως ἠναγκάζετο τὸ συνεχές.
希隆因未能除掉其企图中最关键的目标而感到沮丧,但仍不得不继续执行后续计划。
§4.81.9διόπερ εἰς τὴν ἀγορὰν εἰσβαλὼν τοῖς μὲν ἐχθροῖς προσέφερε τὰς χεῖρας, τοὺς δʼ οἰκείους καὶ φίλους παρεκάλει, τοῖς δὲ λοιποῖς ὑπεδείκνυε τὰς ἄρτι ῥηθείσας ἐλπίδας.
因此,他冲入阿哥拉,对敌人动武,同时召集亲友,向其余的人展示刚才提到的那些希望。
§4.81.10οὐδενὸς δὲ προσέχοντος αὐτῷ, τἀναντία δὲ συστρεφομένων ἐπʼ αὐτὸν τῶν ἀνθρώπων, συννοήσας τὸ γινόμενον, ἀπεχώρει λαθραίως, καὶ διελθὼν τὴν χώραν ἧκε μόνος εἰς τὴν Ἀχαΐαν ἐκπεπτωκώς.
然而,没有一个人理会他,相反地,人们开始团结起来对抗他。 他察觉到了这一形势,便秘密撤离,穿过国土,独自一人流亡到了亚该亚。
οἱ δὲ Λακεδαιμόνιοι, §4.81.11δείσαντες τὴν τοῦ Φιλίππου παρουσίαν, τἀπὸ τῆς χώρας ἀπεσκευάζοντο καὶ τὸ τῶν Μεγαλοπολιτῶν Ἀθήναιον κατασκάψαντες ἐξέλιπον.
与此同时,拉刻代蒙人由于害怕腓力的出现,将物资从乡间撤走,并在彻底摧毁了梅加洛波利斯人的要塞阿特奈翁后撤离。
Λακεδαιμόνιοι μὲν οὖν, §4.81.12ἀπὸ τῆς Λυκούργου νομοθεσίας καλλίστῃ χρησάμενοι πολιτείᾳ καὶ μεγίστην ἔχοντες δύναμιν ἕως τῆς ἐν Λεύκτροις μάχης, αὖτις ἐπὶ τἀναντία τραπείσης αὐτοῖς τῆς τύχης, καὶ τοὔμπαλιν ἐπὶ τὸ χεῖρον ἀεὶ καὶ μᾶλλον τῆς πολιτείας αὐτῶν προβαινούσης,
因此,拉刻代蒙人自利库尔戈斯立法以来,曾享有最优秀的政体,并直到留克特拉战役为止都拥有着最强大的力量。
§4.81.13τέλος πλείστων μὲν πόνων καὶ στάσεων ἐμφυλίων πεῖραν εἶχον, πλείστοις δʼ ἐπάλαισαν ἀναδασμοῖς καὶ φυγαῖς, πικροτάτης δὲ δουλείας πεῖραν ἔλαβον ἕως τῆς Νάβιδος τυραννίδος, οἱ τὸ πρὶν οὐδὲ τοὔνομα δυνηθέντες ἀνασχέσθαι ῥᾳδίως αὐτῆς.
然而,随着命运再次转向他们的对立面,他们的政体反而一天比一天更加恶化,最终,他们经历了极多的苦难与内讧,在频繁的土地重分与放逐中挣扎,并饱受极为痛苦的奴役,直到纳比斯的僭主统治为止,而他们以前甚至是连这种奴役的名字都无法轻易忍受的。
§4.81.14τὰ μὲν οὖν πάλαι καὶ τὰ πλείω περὶ Λακεδαιμονίων εἰς ἑκάτερον μέρος ὑπὸ πολλῶν εἴρηται τάδε.
关于拉刻代蒙人古老的往事以及大部分细节,许多人已经从正反两方面进行过阐述。
ἐναργέστατα δʼ ἐστὶν ἀφʼ οὗ Κλεομένης ὁλοσχερῶς κατέλυσε τὸ πάτριον πολίτευμα.
这些在克莱奥梅涅斯彻底废除祖传政体以来,变得最为清晰。
νῦν δʼ ὑφʼ ἡμῶν ῥηθήσεται κατὰ τοὺς ἁρμόζοντας ἀεὶ καιρούς.
现在,我们将在每一个合适的时机对此进行论述。

词汇与语法注释

  1. 4.81.1ὑπολαμβάνων αὑτῷ καθήκειν κατὰ γένος τὴν βασιλείαν — 宾格词 τὴν βασιλείαν 作不定式 καθήκειν(属于、适合)的主语,与格 αὑτῷ 表示王位所属的对象。意为“认为按照家族血统王位应当归属于他”。
  2. 4.81.2εἰ τὴν ὁδὸν τὴν αὐτὴν ἔλθοι Κλεομένει — 与格 Κλεομένει 是与表示同一性的形容词 ὁ αὐτός 连用的比较/基准与格,意为“如果他走上与克莱奥梅涅斯相同的道路”。条件从句中的 ἔλθοι 为希求法,这是由于主句的主要动词 ὥρμησε 为过去时而产生的偏斜希求法(oblique optative)。
  3. 4.81.5ὑφʼ οὗ καὶ περὶ οὗ — 关系代词的属格 οὗ 分别由介词 ὑπό(表示施事:“被谁”)和 περί(表示原因或关于:“为了谁”或“关于谁”)支配。此句揭示了监察官们在他们亲手扶植的人(或因其王位问题)手中遭受惩罚的讽刺性因果关系。
  4. 4.81.13οἱ τὸ πρὶν οὐδὲ τοὔνομα δυνηθέντες ἀνασχέσθαι ῥᾳδίως αὐτῆς — 属格代词 αὐτῆς 指代前文的阴性名词 δουλείας(奴役)。动词 ἀνέχομαι(忍受)支配被忍受事物的属格,因此该句意为“那些以前甚至连它[奴役]的名字都无法轻易忍受的人”。

引用这一段

波利比奥斯, 历史 §4.81.1-4.81.14. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.81.1-4.81.14

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。