§4.82.1ὁ δὲ Φίλιππος ἀναζεύξας ἐκ τῆς Μεγάλης πόλεως καὶ πορευθεὶς διὰ τῆς Τεγέας παρῆν εἰς Ἄργος, κἀκεῖ τὸ λοιπὸν μέρος τοῦ χειμῶνος διέτριβε, κατά τε τὴν λοιπὴν ἀναστροφὴν καὶ κατὰ τὰς πράξεις τεθαυμασμένος ὑπὲρ τὴν ἡλικίαν ἐν ταῖς προειρημέναις στρατείαις.
另一方面,腓力从梅加洛波利斯拔营,途径特盖亚抵达阿格斯,并在那里度过了冬季的剩余时光。 由于他在日常生活中的行为以及在上述战役中的表现,他获得了超出其年龄的赞赏。
§4.82.2ὁ δʼ Ἀπελλῆς οὐδʼ ὣς ἔληγε τῆς ἐπιβολῆς, ἀλλʼ οἷός τʼ ἦν ἄγειν ὑπὸ τὸν ζυγὸν τῷ κατὰ βραχὺ τοὺς Ἀχαιούς.
然而,阿佩莱斯即便如此也没有放弃他的企图,而是设法逐步将亚该亚人置于奴役的轭下。
§4.82.3ὁρῶν δὲ τῇ τοιαύτῃ προθέσει τοὺς περὶ τὸν Ἄρατον ἐμποδὼν ἱσταμένους, καὶ τὸν Φίλιππον αὐτοῖς προσέχοντα, καὶ μᾶλλον τῷ πρεσβυτέρῳ διά τε τὴν πρὸς Ἀντίγονον σύστασιν καὶ διὰ τὸ πλεῖστον ἐν τοῖς Ἀχαιοῖς ἰσχύειν, καὶ μάλιστα διὰ τὴν ἐπιδεξιότητα καὶ νουνέχειαν τἀνδρός, περὶ τούτους ἐπεβάλετο γίνεσθαι καὶ κακοπραγμονεῖν τοιῷδέ τινι τρόπῳ.
他看到阿拉图斯及其党羽阻碍了他的这一意图,且腓力对他们言听计从,尤其是对年长者阿拉图斯,这既是因为他曾被推举给安提柯,也是因为他在亚该亚人中拥有最大的影响力,更因为此人的才干与精明,于是他便企图针对他们,并用以下方式进行阴谋活动。
§4.82.4ἐξετάζων τοὺς ἀντιπολιτευομένους τοῖς περὶ τὸν Ἄρατον, τίνες εἰσίν, ἑκάστους ἐκ τῶν πόλεων ἐπεσπάσατο, καὶ λαμβάνων εἰς τὰς χεῖρας ἐψυχαγώγει καὶ παρεκάλει πρὸς τὴν ἑαυτοῦ φιλίαν.
他调查了哪些人是阿拉图斯党羽的政治对手,并将他们逐个从各城市中拉拢过来,亲手掌控并加以安抚,劝诱他们与自己结盟。
§4.82.5συνίστανε δὲ καὶ τῷ Φιλίππῳ, προσεπιδεικνύων αὐτῷ παρʼ ἕκαστον ὡς ἐὰν μὲν Ἀράτῳ προσέχῃ, χρήσεται τοῖς Ἀχαιοῖς κατὰ τὴν ἔγγραπτον συμμαχίαν, ἐὰν δʼ αὐτῷ πείθηται καὶ τοιούτους προσλαμβάνῃ φίλους, χρήσεται πᾶσι Πελοποννησίοις κατὰ τὴν αὑτοῦ βούλησιν.
他还将他们介绍给腓力,每次都向他表白:如果腓力听从阿拉图斯,就必须按照成文的盟约来对待亚该亚人;但如果他听从自己并接纳这些人作为朋友,他就可以按照自己的意愿来对待所有的伯罗奔尼撒人。
§4.82.6περί τε τῶν ἀρχαιρεσίων εὐθὺς ἐσπούδαζε, βουλόμενος τούτων τινὶ περιποιῆσαι τὴν στρατηγίαν, τοὺς δὲ περὶ τὸν Ἄρατον ἐκβαλεῖν ἐκ τῆς ὑποθέσεως.
他随即开始在选举上不遗余力,企图让这些人中的某一个获得将军职位,从而将阿拉图斯及其党羽从国家事务的主导权中排除出去。
§4.82.7διʼ ἃ δὴ καὶ πείθει Φίλιππον παραγενέσθαι πρὸς τὰς τῶν Ἀχαιῶν ἀρχαιρεσίας εἰς Αἴγιον, ὡς εἰς τὴν Ἠλείαν ἅμα ποιούμενον τὴν πορείαν.
正因如此,他劝说腓力前往艾吉翁参加亚该亚人的选举,同时以向伊利斯进军作为借口。
§4.82.8πεισθέντος δʼ αὐτῷ τοῦ βασιλέως, παρὼν αὐτὸς ἐπὶ τοῦ καιροῦ, καὶ τοὺς μὲν παρακαλῶν, οἷς δʼ ἀνατεινόμενος, μόλις μὲν ἤνυσε, κατεκράτησε δʼ οὖν ὅμως τοῦ γενέσθαι στρατηγὸν Ἐπήρατον Φαραιέα, τὸν δὲ Τιμόξενον ἐκπεσεῖν, τὸν ὑπὸ τῶν περὶ τὸν Ἄρατον εἰσαγόμενον.
国王听从了他的建议,阿佩莱斯便亲自在关键时刻到场,对一些人进行劝诱,对另一些人进行威胁,虽然艰难,但最终还是达成了目的,使法赖人埃佩拉托斯当选为将军,而让阿拉图斯党羽所推举的提莫克塞诺斯落选。