Humanitext Reader

波利比奥斯 · 历史 §4.74.1-4.74.8

埃利斯人对不可侵犯权的忽视与和平的价值

第 351 段,共 1311 段 · 希腊语

内容简介

作者论述了埃利斯人如何忽视重新获得古老的不可侵犯权,从而使自己处于战争的危险之中,同时阐明了和平的至高价值并反驳了可能的反对意见。

§4.74.1δεινοῦ καὶ πάσης πολεμικῆς περιστάσεως.
危险以及一切战争的危难。
μετὰ δὲ ταῦτα διὰ τὴν Ἀρκάδων ἀμφισβήτησιν περὶ Λασιῶνος καὶ τῆς Πισάτιδος πάσης ἀναγκασθέντες ἐπαμύνειν τῇ χώρᾳ καὶ μεταλαβεῖν τὰς ἀγωγὰς τῶν βίων, §4.74.2οὐκέτι περὶ τοῦ πάλιν ἀνακτήσασθαι παρὰ τῶν Ἑλλήνων τὴν παλαιὰν καὶ πάτριον ἀσυλίαν οὐδὲ τὴν τυχοῦσαν ἐπιμέλειαν ἔσχον, ἀλλʼ ἔμειναν ἐπὶ τῶν αὐτῶν, οὐκ ὀρθῶς κατά γε τὴν ἐμὴν γνώμην περὶ τοῦ μέλλοντος ποιούμενοι πρόνοιαν.
但在此之后,由于与阿卡迪亚人就拉西翁和整个皮萨蒂斯地区产生的争端,他们被迫保卫国土并改变了生活方式,他们不再对重新从希腊人那里获得古老而祖传的不可侵犯权给予哪怕是寻常的关注,而是保持原状,在我的意见看来,这在对未来的规划上显然是不正确的。
§4.74.3εἰ γάρ, ἧς πάντες εὐχόμεθα τοῖς θεοῖς τυχεῖν, καὶ πᾶν ὑπομένομεν ἱμείροντες αὐτῆς μετασχεῖν, καὶ μόνον τοῦτο τῶν νομιζομένων ἀγαθῶν ἀναμφισβήτητόν ἐστι παρʼ ἀνθρώποις, λέγω δὴ τὴν εἰρήνην, ταύτην δυνάμενοί τινες μετὰ τοῦ δικαίου καὶ καθήκοντος παρὰ τῶν Ἑλλήνων εἰς πάντα τὸν χρόνον ἀδήριτον κτᾶσθαι παρολιγωροῦσιν ἢ προυργιαίτερόν τι ποιοῦνται τούτου, πῶς οὐκ ἂν ὁμολογουμένως ἀγνοεῖν δόξαιεν;
因为如果,某些人本能够伴随着正义与义务,从希腊人那里获得永久无可争议的和平——我指的是和平,这正是我们所有人向神明祈求获得、并因渴望分享它而忍受一切的,也是在世人公认的好事中唯一无可争议的——如果他们对此予以忽视,或认为有比这更重要的事,他们怎能不被公认为是不明智的呢?
νὴ Δίʼ, §4.74.4ἀλλʼ ἴσως εὐεπίθετοι τοῖς πολεμεῖν καὶ παρασπονδεῖν προθεμένοις ἐκ τῆς τοιαύτης ἀγωγῆς γίνονται τῶν βίων.
确实,凭着宙斯起誓, “但也许,由于这样的生活方式,他们很容易受到那些企图发动战争和撕毁盟约之人的攻击。
§4.74.5ἀλλʼ ἐκεῖνο μὲν σπάνιον, κἄν ποτε γένηται, δυνάμενον κοινῆς ὑπὸ τῶν Ἑλλήνων τυγχάνειν ἐπικουρίας· §4.74.6πρὸς δὲ τὰς κατὰ μέρος ἀδικίας ὑπογενομένης τοῖς βίοις χορηγίας, ὅπερ εἰκὸς ὑπάρξειν πάντα χρόνον ἐν εἰρήνῃ διάγουσι, δῆλον ὡς οὐκ ἂν ἠπόρησαν ξένων καὶ μισθοφόρων τῶν κατὰ τόπους ἢ καιροὺς παρεφεδρευόντων.
” 但那种情况是罕见的,即使一旦发生,也能够获得希腊人共同的援助;而针对局部的非正义行为,如果他们的生活有充足的资源作为支撑(而这在和平中度过一生的人身上是很自然会存在的),显然他们不会缺乏在各地或在需要时提供援助的异邦人和雇佣兵。
§4.74.7νῦν δὲ τὸ σπάνιον καὶ παράδοξον δεδιότες, ἐν συνεχέσι πολέμοις καὶ καταφθοραῖς τήν τε χώραν ἔχουσι καὶ τοὺς βίους.
但如今,由于害怕罕见和意外的事情,他们让自己的国土和生活都陷入了持续的战争与毁灭之中。
§4.74.8ταῦτα μὲν οὖν ἡμῖν τῆς Ἠλείων ὑπομνήσεως εἰρήσθω χάριν, ἐπειδὴ τὰ τῶν καιρῶν οὐδέποτε πρότερον εὐφυεστέραν διάθεσιν ἔσχηκε τῆς νῦν πρὸς τὸ παρὰ πάντων ὁμολογουμένην κτήσασθαι τὴν ἀσυλίαν· τὴν δὲ χώραν, καθάπερ ἐπάνω προεῖπον, ἔτι τῆς παλαιᾶς συνηθείας οἷον αἰθυγμάτων ἐμμε
关于这些,就作为我们对埃利斯人的提醒而说这些吧,因为时局从未像现在这样,拥有如此有利的态势去获得被所有人公认的不可侵犯权;而他们的国土,正如我上面所说,依然保留着他们古老习惯的些许火花……

词汇与语法注释

  1. 4.74.1δεινοῦ καὶ πάσης πολεμικῆς περιστάσεως — 支配于前一章(§4.73.10)末尾的形容词 ἄπειροι(“对……无经验的”)的属格。它延续自“παντὸς ὄντες”(对一切无经验),具体指明了他们所未经历的对象。
  2. 4.74.3εἰ γάρ, ἧς... ταύτην — 关系代词 ἧς 在性、数上与其先行词 τὴν εἰρήνην 一致,而该先行词本身在主句中与代词 ταύτην 呈同位语关系被提前。此外,由于关系从句中的分词 ἱμείροντες(“渴望”)支配属格,代词 αὐτῆς 被冗余地添加在关系从句中以使语义更加明确。
  3. 4.74.3νὴ Δίʼ — 宣誓小词。虽然通常是肯定的断言(“确实,凭宙斯起誓”),但在这里,它在强烈肯定自己观点的基础上,起到了语气过渡的作用,用以引出下一节(§4.74.4)中可能出现的反对意见或疑问(“但是也许……”)。
  4. 4.74.6ὑπογενομένης τοῖς βίοις χορηγίας — 属格绝对(独立分词结构)。表示条件(“如果生活有充足的资源支撑”),与主句中的虚拟/潜在表达 οὐκ ἂν ἠπόρησαν(“将不至于匮乏”)相呼应。

引用这一段

波利比奥斯, 历史 §4.74.1-4.74.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.74.1-4.74.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。