§4.70.1ποιησάμενος δὲ τὴν πορείαν διὰ τῆς Ἀρκαδίας, καὶ πολλὰς ἀναδεξάμενος χιόνας καὶ ταλαιπωρίας ἐν ταῖς περὶ τὸν Ὀλύγυρτον ὑπερβολαῖς, τῇ τρίτῃ τῶν ἡμερῶν κατῆρε νύκτωρ εἰς Καφύας.
菲力穿过阿卡迪亚行军,在奥里吉尔托斯周围的关隘里遭遇了暴雪和重重艰难,于第三天夜间抵达卡菲埃。
§4.70.2θεραπεύσας δὲ τὴν δύναμιν ἐπὶ δύʼ ἡμέρας ἐνταῦθα, καὶ προσαναλαβὼν Ἄρατον τὸν νεώτερον καὶ τοὺς ἅμα τούτῳ συνηθροισμένους τῶν Ἀχαιῶν, ὥστʼ εἶναι τὴν ὅλην δύναμιν εἰς τοὺς μυρίους, προῆγε διὰ τῆς Κλειτορίας ὡς ἐπὶ Ψωφῖδος, συναθροίζων ἐκ τῶν πόλεων ὧν διεπορεύετο βέλη καὶ κλίμακας.
他在那里休整军队两天,并带上了年轻的阿拉图斯以及随他聚集起来的阿卡亚人,使全军兵力达到约一万人,随后穿过克莱托里亚地区朝普索菲斯前进,并沿途在经过的各城市收集投掷武器和梯子。
§4.70.3ἡ δὲ Ψωφὶς ἔστι μὲν ὁμολογούμενον καὶ παλαιὸν Ἀρκάδων κτίσμα τῆς Ἀζανίδος, κεῖται δὲ τῆς μὲν συμπάσης Πελοποννήσου κατὰ τὴν μεσόγαιον, αὐτῆς δὲ τῆς Ἀρκαδίας ἐπὶ τοῖς πρὸς δυσμὰς πέρασι, συνάπτουσα τοῖς περὶ τὰς ἐσχατιὰς κατοικοῦσι τῶν προσεσπερίων Ἀχαιῶν·
普索菲斯公认是阿扎尼斯地区一个古老的阿卡迪亚人建制,坐落在整个伯罗奔尼撒半岛的内陆,但在阿卡迪亚本身的西侧边缘,与居住在边界处的西阿卡亚人接壤。
§4.70.4ἐπίκειται δʼ εὐφυῶς τῇ τῶν Ἠλείων χώρᾳ, μεθʼ ὧν συνέβαινε τότε πολιτεύεσθαι αὐτήν.
它处于有利于控制埃利斯人领土的地势,当时它正与埃利斯人处于同一政治联盟中。
§4.70.5πρὸς ἣν Φίλιππος τριταῖος ἐκ τῶν Καφυῶν διανύσας, κατεστρατοπέδευε περὶ τοὺς ἀπέναντι τῆς πόλεως ὑπερκειμένους βουνούς, ἀφʼ ὧν ἦν κατοπτεύειν τήν τε πόλιν ὅλην ἀσφαλῶς καὶ τοὺς πέριξ αὐτῆς τόπους.
菲力从卡菲埃出发,在第三天抵达该城,并在该城对面高耸的丘陵上设营,从那里可以安全地俯瞰整座城市及其周边地区。
§4.70.6συνθεωρῶν δὲ τὴν ὀχυρότητα τῆς Ψωφῖδος ὁ βασιλεὺς ἠπορεῖτο τί χρὴ ποιεῖν.
国王仔细观察了普索菲斯的险固地势,感到无从下手。
§4.70.7τὴν γὰρ ἀφʼ ἑσπέρας πλευρὰν αὐτῆς καταφέρεται λάβρος χειμάρρους ποταμός, ὃς κατὰ τὸ πλεῖστον μέρος τοῦ χειμῶνος ἄβατός ἐστι, ποιεῖ δὲ καὶ τὸ παράπαν ἐχυρὰν καὶ δυσπρόσοδον τὴν πόλιν διὰ τὸ μέγεθος τοῦ κοιλώματος, ὃ κατὰ βραχὺ τῷ χρόνῳ κατείργασται φερόμενος ἐξ ὑπερδεξίων τόπων.
因为在其西侧,有一条湍急的山溪奔流而下,在冬季的大部分时间里都无法涉渡,且由于这条溪流从高处冲刷而下、岁久年深逐渐形成的深谷极其巨大,使得该城完全险固且难以接近。
§4.70.8παρὰ δὲ τὴν ἀπʼ ἠοῦς πλευρὰν ἔχει τὸν Ἐρύμανθον, μέγαν καὶ λάβρον ποταμόν, ὑπὲρ οὗ πολὺς καὶ ὑπὸ πολλῶν τεθρύληται λόγος.
而在其东侧,则流淌着埃里曼托斯河,这是一条宽阔而湍急的河流,关于它的传说被许多人广为传颂。
§4.70.9τοῦ δὲ χειμάρρου προσπίπτοντος πρὸς τὸν Ἐρύμανθον ὑπὸ τὸ πρὸς μεσημβρίαν μέρος τῆς πόλεως, συμβαίνει τὰς μὲν τρεῖς ἐπιφανείας αὐτῆς ὑπὸ τῶν ποταμῶν περιλαμβανομένας ἀσφαλίζεσθαι τὸν προειρημένον τρόπον· §4.70.10τῇ δὲ λοιπῇ, τῇ πρὸς ἄρκτον, βουνὸς ἐρυμνὸς ἐπίκειται τετειχισμένος, ἄκρας εὐφυοῦς καὶ πραγματικῆς λαμβάνων τάξιν.
由于山溪在该城南侧下方汇入埃里曼托斯河,因此它的三个侧面都被河流包围,从而以前述方式得到了安全保护;而在剩下的北侧,则耸立着一座筑有城防的险峻山丘,起到了天然且实用的卫城作用。
ἔχει δὲ καὶ τείχη διαφέροντα τῷ μεγέθει καὶ ταῖς κατασκευαῖς.
此外,它还拥有在规模和建造工艺上都极为出众的城墙。
§4.70.11πρὸς δὲ τούτοις βοήθειαν συνέβαινε παρὰ τῶν Ἠλείων εἰσπεπτωκέναι, καὶ τὸν Εὐριπίδαν ἐκ τῆς φυγῆς διασεσωσμένον ὑπάρχειν ἐν αὐτῇ.
此外,来自埃利斯人的援军当时也已进驻该城,而且从溃逃中幸免于难的尤里皮达斯也留在此处。