Humanitext Reader

波利比奥斯 · 历史 §4.69.1-4.69.9

阿佩劳隆遭遇战与埃利斯军的覆灭

第 346 段,共 1311 段 · 希腊语

内容简介

马其顿军和埃利斯军的先遣队在阿佩劳隆关隘遭遇,埃利斯指挥官尤里皮达斯随即逃跑。群龙无首的埃利斯军队被马其顿军彻底击溃,菲力随后继续按原计划进军。

§4.69.1θροίζεσθαι μετὰ τῶν ὅπλων.
合,并携带武器。
τῆς δὲ πρωτοπορείας τῶν Μακεδόνων ἐπιβαλούσης ἐπὶ τὴν ὑπερβολὴν τὴν περὶ τὸ καλούμενον Ἀπέλαυρον, ἣ πρόκειται τῆς τῶν Στυμφαλίων πόλεως περὶ δέκα στάδιʼ, ἅμα συνεκύρησε καὶ τὴν τῶν Ἠλείων πρωτοπορείαν συμπεσεῖν ἐπὶ τὴν ὑπερβολήν.
当马其顿军的先遣队抵达所谓的阿佩劳隆附近的关隘时(该关隘位于斯廷法利亚人城前约十斯塔德),碰巧在同一时间,埃利斯军的先遣队也在该关隘相遇。
§4.69.2ὁ μὲν οὖν Εὐριπίδας, συννοήσας τὸ γεγονὸς ἐκ τῶν προσηγγελμένων, παραλαβὼν μεθʼ ἑαυτοῦ τινας τῶν ἱππέων καὶ διαδρὰς τὸν ἐνεστῶτα καιρὸν ἐποιεῖτο τὴν ἀποχώρησιν εἰς τὴν Ψωφῖδα ταῖς ἀνοδίαις· §4.69.3τὸ δὲ λοιπὸν πλῆθος τῶν Ἠλείων, ἐγκαταλελειμμένον ὑπὸ τοῦ προεστῶτος καὶ γεγονὸς ἐκπλαγὲς ἐπὶ τῷ συμβεβηκότι, κατὰ πορείαν ἔμενε, διαπορούμενον τί δεῖ ποιεῖν καὶ πῇ τρέπεσθαι.
此时,尤里皮达斯从报告中得知了所发生的情况,便带上几名骑兵,逃离了眼前的危险,取道荒僻小径撤退往普索菲斯;而留下的其余大批埃利斯人,被他们的指挥官抛弃,并对发生的事情感到惊惶失措,便停在行军路上,不知该如何是好,也不知该往何处去。
§4.69.4τὸ μὲν γὰρ πρῶτον αὐτῶν οἱ προεστῶτες ὑπελάμβανον τῶν Ἀχαιῶν αὐτῶν τινας συνεπιβεβοηθηκέναι· καὶ μάλιστʼ ἠπάτων αὐτοὺς οἱ χαλκάσπιδες· §4.69.5Μεγαλοπολίτας γὰρ εἶναι τούτους ἐδόξαζον, διὰ τὸ τοιούτοις ὅπλοις κεχρῆσθαι τοὺς προειρημένους ἐν τῷ περὶ Σελλασίαν [ἐν τῷ] πρὸς Κλεομένη κινδύνῳ, καθοπλίσαντος Ἀντιγόνου τοῦ βασιλέως πρὸς τὴν παροῦσαν χρείαν.
因为起初他们的首领以为是阿卡亚人自己派人来增援了;而最欺骗他们的,是那些持青铜盾牌的士兵;因为他们以为这些人是梅加洛波利斯人,这是由于前述者在塞拉西亚对抗克莱奥梅奈斯的危机中曾使用过此类武器,因为当时安提柯国王为了应付眼前的需要而装备了他们。
§4.69.6διόπερ ἀπεχώρουν τηροῦντες τὰς τάξεις πρός τινας ὑπερδεξίους τόπους, οὐκ ἀπελπίζοντες τὴν σωτηρίαν.
因此,他们保持着队列撤退到某些地势较高的地方,并没有放弃生还的希望。
ἅμα δὲ τῷ προσάγοντας αὐτοῖς τοὺς Μακεδόνας σύνεγγυς γενέσθαι λαβόντες ἔννοιαν τοῦ κατʼ ἀλήθειαν ὄντος, πάντες ὥρμησαν πρὸς φυγήν, ῥίψαντες τὰ ὅπλα.
然而,当步步逼近的马其顿人来到他们跟前,他们看清了真实情况时,便全都扔下武器,开始逃跑。
§4.69.7ζωγρίᾳ μὲν οὖν ἑάλωσαν αὐτῶν περὶ χιλίους καὶ διακοσίους, τὸ δὲ λοιπὸν διεφθάρη πλῆθος, τὸ μὲν ὑπὸ τῶν Μακεδόνων, τὸ δʼ ὑπὸ τῶν κρημνῶν· διέφυγον δʼ οὐ πλείους τῶν ἑκατόν.
结果,他们中约有一千二百人被活捉,其余的人则大多丧命,有的死于马其顿人之手,有的坠落悬崖;逃脱者不超过一百人。
§4.69.8ὁ δὲ Φίλιππος τά τε σκῦλα καὶ τοὺς αἰχμαλώτους εἰς Κόρινθον ἀποπέμψας εἴχετο τῶν προκειμένων.
菲力将战利品和俘虏送往科林斯后,继续执行既定的计划。
§4.69.9τοῖς δὲ Πελοποννησίοις πᾶσι παράδοξον ἐφάνη τὸ γεγονός· ἅμα γὰρ ἤκουον τὴν παρουσίαν καὶ τὴν νίκην τοῦ βασιλέως.
对所有伯罗奔尼撒人来说,这一事件显得不可思议;因为他们是在同一时间听到国王的到来和胜利的消息。

词汇与语法注释

  1. §4.69.1ἅμα συνεκύρησε καὶ τὴν τῶν Ἠλείων πρωτοπορείαν συμπεσεῖν — 无人称动词 συνεκύρησε(意为“碰巧发生”)与连词 καί 连用,后接“对格加不定式”句式 τὴν ... πρωτοπορείαν συμπεσεῖν。ἅμα ... καί ... 这一关联结构强调了两个事件的同一时间性(“在……的同时,碰巧……”)。
  2. §4.69.5καθοπλίσαντος Ἀντιγόνου τοῦ βασιλέως — 属格绝对(独立分词)结构,表示由与主句主语(埃利斯人)不同的施动者(安提柯国王)引起的原因(“因为安提柯国王装备了他们”)。此处的 καθοπλίσαντος 指的是安提柯三世在塞拉西亚战役中为梅加洛波利斯人配备马其顿式青铜盾牌的历史事实。
  3. §4.69.6ἅμα δὲ τῷ προσάγοντας αὐτοῖς τοὺς Μακεδόνας σύνεγγυς γενέσθαι — 介词 ἅμα 后接带冠词不定式的与格形式 τῷ ... γενέσθαι(意为“在……的同时”)所构成的时态句式。不定式 γενέσθαι 的逻辑主语是对格的 τοὺς Μακεδόνας,现在分词 προσάγοντας 也在对格复数上与其保持一致。

引用这一段

波利比奥斯, 历史 §4.69.1-4.69.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.69.1-4.69.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。