Humanitext Reader

波利比奥斯 · 历史 §4.67.1-4.67.9

多多奈神庙的遭劫与菲力进军科林斯

第 344 段,共 1311 段 · 希腊语

内容简介

当选埃托利亚将军的多里马科斯侵入伊庇鲁斯并洗劫了多多奈神庙。与此同时,菲力国王在冬季秘密率领一支快速部队抵达科林斯,为下一步的军事行动做准备。

§4.67.1ὀλυμπιάδος.
奥林匹亚德。
παρὰ δὲ τοῖς Αἰτωλοῖς ἤδη τῶν ἀρχαιρεσίων καθηκόντων στρατηγὸς ᾑρέθη Δωρίμαχος·
在埃托利亚人中,由于选举官员的时间已经临近,多里马科斯被选为将军。
ὃς παραυτίκα τὴν ἀρχὴν παραλαβὼν καὶ τοὺς Αἰτωλοὺς ἁθροίσας μετὰ τῶν ὅπλων, ἐνέβαλεν εἰς τοὺς ἄνω τόπους τῆς Ἠπείρου καὶ τὴν χώραν ἐδῄου, θυμικώτερον χρώμενος τῇ καταφθορᾷ· §4.67.2τὸ γὰρ πλεῖον οὐ τῆς σφετέρας ὠφελείας, ἀλλὰ τῆς τῶν Ἠπειρωτῶν βλάβης χάριν ἕκαστα συνετέλει.
他立即接掌权力,集结了武装的埃托利亚人,侵入伊庇鲁斯的高地并蹂躏该地,极为残酷地进行破坏;因为他所做的一切,多半不是为了他们自己的利益,而是为了损害伊庇鲁斯人。
§4.67.3παραγενόμενος δὲ πρὸς τὸ περὶ Δωδώνην ἱερὸν τάς τε στοὰς ἐνέπρησε καὶ πολλὰ τῶν ἀναθημάτων διέφθειρε, κατέσκαψε δὲ καὶ τὴν ἱερὰν οἰκίαν, §4.67.4ὥστε μήτʼ εἰρήνης ὅρον μήτε πολέμου πρὸς Αἰτωλοὺς ὑπάρχειν, ἀλλʼ ἐν ἀμφοτέραις ταῖς περιστάσεσι παρὰ τὰ κοινὰ τῶν ἀνθρώπων ἔθη καὶ νόμιμα χρῆσθαι ταῖς ἐπιβολαῖς.
他来到多多奈的圣所,放火烧毁了回廊,破坏了许多奉纳品,并且将神圣的殿宇夷为平地,结果对于埃托利亚人来说,既没有和平的界限,也没有战争的界限,而是在这两种情况下,都违背人类共同的习俗和法律来实施他们的企图。
§4.67.5οὗτος μὲν οὖν ταῦτα καὶ τοιαῦτα διαπραξάμενος ἐπανῆγεν αὖθις εἰς τὴν οἰκείαν.
于是,他做完这些及类似的事后,再次返回了自己的祖国。
§4.67.6τοῦ δὲ χειμῶνος ἔτι προβαίνοντος, καὶ πάντων ἀπηλπικότων τὴν παρουσίαν τοῦ Φιλίππου διὰ τὸν καιρόν, ἀναλαβὼν ὁ βασιλεὺς χαλκάσπιδας μὲν τρισχιλίους, πελταστὰς δὲ δισχιλίους καὶ Κρῆτας τριακοσίους, πρὸς δὲ τούτοις ἱππεῖς τοὺς περὶ τὴν αὐλὴν εἰς τετρακοσίους, προῆγεν ἀπὸ Λαρίσης· §4.67.7καὶ διαβιβάσας τούτους ἐκ Θετταλίας εἰς Εὔβοιαν κἀκεῖθεν εἰς Κῦνον ἧκε διὰ τῆς Βοιωτίας καὶ Μεγαρίδος εἰς Κόρινθον περὶ τροπὰς χειμερινάς, ἐνεργὸν καὶ λαθραίαν πεποιημένος τὴν παρουσίαν οὕτως ὥστε μηδένα Πελοποννησίων ὑπονοῆσαι τὸ γεγονός.
在冬天继续深化、且人人因季节关系对菲力的到来不抱希望之时,国王率领三千名铜盾兵、二千名轻盾兵和三百名克里特兵,此外还有约四百名宫廷骑兵,从拉里萨出发;他将这些人从色萨利运送到优波亚,又从那里运送到库诺斯,取道波奥蒂亚和梅加里斯,在冬至前后抵达科林斯。 他使自己的到来如此迅速和隐秘,以至于没有一个伯罗奔尼撒人察觉到发生的事。
§4.67.8κλείσας δὲ τὰς πύλας τοῦ Κορίνθου καὶ διαλαβὼν τὰς ὁδοὺς φυλακαῖς, τῇ κατὰ πόδας Ἄρατον μὲν τὸν πρεσβύτερον ὡς αὑτὸν ἐκ τοῦ Σικυῶνος μετεπέμπετο, γράμματά τε πρὸς τὸν στρατηγὸν τῶν Ἀχαιῶν καὶ πρὸς τὰς πόλεις ἐξαπέστελλεν, — ἐν οἷς διεσάφει πότε καὶ ποῦ δεήσει συναντᾶν πάντας ἐν τοῖς ὅπλοις.
新关闭了科林斯的城门,并在各条道路上布下哨兵防守,在第二天便将老阿拉托斯从西库翁召到自己身边,并向阿卡亚人的将军及各城市发去书信,信中明确指出所有人必须于何时何地武装集结。
§4.67.9ταῦτα δʼ οἰκονομήσας ἀνέζευξε, καὶ προελθὼν κατεστρατο
安排好这些事务后,他拔营启程,向前推进并安营扎...

词汇与语法注释

  1. §4.67.1τῶν ἀρχαιρεσίων καθηκόντων — 属格绝对结构,表示时间或原因(“因为选举官职的时间已经临近”)。
  2. §4.67.4ὥστε ... ὑπάρχειν ... χρῆσθαι — 由 ὥστε 引导的结果从句,其中并列了不定式 ὑπάρχειν 和 χρῆσθαι。后者的逻辑主语从上下文可推知为埃托利亚人。
  3. §4.67.7ἐνεργὸν καὶ λαθραίαν πεποιημένος τὴν παρουσίαν οὕτως ὥστε — 完成式中被动态分词 πεποιημένος 具有主动(或使役)含义,以 τὴν παρουσίαν(他的到来)为直接宾语,并以形容词 ἐνεργὸν καὶ λαθραίαν 作为宾语补足语(谓语性形容词)。
  4. §4.67.8τῇ κατὰ πόδας — 一个惯用表达,意思是“在第二天”,在阴性与格冠词 τῇ 后面省略了名词 ἡμέρᾳ(“日子”)。

引用这一段

波利比奥斯, 历史 §4.67.1-4.67.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.67.1-4.67.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。