§4.5.1στρατηγὸς μὲν οὖν ὑπῆρχε τῶν Αἰτωλῶν Ἀρίστων· οὗτος δὲ διά τινας σωματικὰς ἀσθενείας ἀδύνατος ὢν πρὸς πολεμικὴν χρείαν, ἅμα δὲ καὶ συγγενὴς ὑπάρχων Δωριμάχου καὶ Σκόπα, τρόπον τινὰ παρακεχωρήκει τούτῳ τῆς ὅλης ἀρχῆς.
当时埃托利亚人的将军是阿里斯通;但他因身体虚弱无法承担军事任务,同时由于他是多里马库斯和斯科普斯的亲属,便在某种程度上将全部职权让给了前者。
§4.5.2ὁ δὲ Δωρίμαχος κατὰ κοινὸν μὲν οὐκ ἐτόλμα παρακαλεῖν τοὺς Αἰτωλοὺς εἰς τὸν κατὰ τῶν Μεσσηνίων πόλεμον διὰ τὸ μηδεμίαν ἔχειν ἀξίαν λόγου πρόφασιν, ἀλλʼ ὁμολογουμένως ἐκ παρανομίας καὶ σκώμματος γεγονέναι τὴν ὁρμήν· §4.5.3ἀφέμενος δὲ τῆς ἐπινοίας ταύτης ἰδίᾳ προετρέπετο τὸν Σκόπαν κοινωνῆσαι τῆς ἐπιβολῆς αὐτῷ τῆς κατὰ τῶν Μεσσηνίων, ὑποδεικνύων μὲν τὴν ἀπὸ Μακεδόνων ἀσφάλειαν διὰ τὴν ἡλικίαν τοῦ προεστῶτος — οὐ γὰρ εἶχε πλεῖον ἐτῶν τότε Φίλιππος ἑπτακαίδεκα — §4.5.4παρατιθεὶς δὲ τὴν Λακεδαιμονίων ἀλλοτριότητα πρὸς τοὺς Μεσσηνίους, ἀναμιμνήσκων δὲ τῆς Ἠλείων πρὸς σφᾶς εὐνοίας καὶ συμμαχίας· ἐξ ὧν ἀσφαλῆ τὴν εἰσβολὴν τὴν εἰς τὴν Μεσσηνίαν ἐσομένην αὐτοῖς ἀπέφαινεν.
多里马库斯不敢公开号召埃托利亚人参与针对美塞尼亚人的战争,因为他没有任何值得一提的借口,而且其冲动显然是出于不法行为和一句嘲讽;因此,他放弃了这一打算,转而私下极力劝说斯科普斯与他共同对美塞尼亚人采取行动,并指出由于马其顿统治者年纪尚轻——当时菲力五世还不满十七岁——他们将免受马其顿的威胁;还列举了斯巴达人对美塞尼亚人的敌意,并提醒他注意埃利斯人对他们的友好同盟关系;从这些情况中他表明,他们对美塞尼亚的入侵将是安全的。
§4.5.5τὸ δὲ συνέχον τῆς Αἰτωλικῆς προτροπῆς, ὑπὸ τὴν ὄψιν ἐτίθει τὰς ἐσομένας ὠφελείας ἐκ τῆς τῶν Μεσσηνίων χώρας, οὔσης ἀπρονοήτου καὶ διαμεμενηκυίας ἀκεραίου μόνης τῶν ἐν Πελοποννήσῳ κατὰ τὸν Κλεομενικὸν πόλεμον.
而这一番说服埃托利亚人的最关键之处在于,他将能从美塞尼亚领土上获取的利益展现在对方眼前,因为该地区防备空虚,且在克里昂米尼战争期间是伯罗奔尼撒半岛中唯一未受破坏、完好无损的地区。
§4.5.6ἐπὶ δὲ πᾶσι τούτοις συνίστανε τὴν ἐξακολουθήσουσαν εὔνοιαν σφίσι παρὰ τοῦ τῶν Αἰτωλῶν πλήθους.
在此基础上,他还强调了埃托利亚大众对他们随后将产生的支持。
§4.5.7Ἀχαιοὺς δʼ, ἂν μὲν κωλύσωσι τὴν δίοδον, οὐκ ἐρεῖν ἐγκλήματα τοῖς ἀμυνομένοις· ἐὰν δʼ ἀγάγωσι τὴν ἡσυχίαν, οὐκ ἐμποδιεῖν αὐτοῖς πρὸς τὴν ἐπιβολήν.
至于阿凯亚人,如果他们企图阻拦通路,他们将无权指责进行自卫的人;而如果他们保持安静,则不会阻碍他们的行动。
§4.5.8πρὸς δὲ Μεσσηνίους προφάσεως οὐκ ἀπορήσειν ἔφη· πάλαι γὰρ αὐτοὺς ἀδικεῖν Ἀχαιοῖς καὶ Μακεδόσιν ἐπηγγελμένους κοινωνήσειν τῆς συμμαχίας.
他说,对于美塞尼亚人,他们绝不缺少借口;因为美塞尼亚人早就曾承诺与阿凯亚人和马其顿人结盟,从而一直在损害他们的利益。
§4.5.9ταῦτα δʼ εἰπὼν καὶ παραπλήσια τούτοις ἕτερα πρὸς τὴν αὐτὴν ὑπόθεσιν, τοιαύτην ὁρμὴν παρέστησε τῷ Σκόπᾳ καὶ τοῖς τούτου φίλοις ὥστʼ οὔτε κοινὴν τῶν Αἰτωλῶν προσδεξάμενοι σύνοδον οὔτε τοῖς ἀποκλήτοις συμμεταδόντες, οὐδὲ μὴν ἄλλο τῶν καθηκόντων οὐδὲν πράξαντες, §4.5.10κατὰ δὲ τὰς αὑτῶν ὁρμὰς καὶ κρίσεις διαλαβόντες ἅμα Μεσσηνίοις, Ἠπειρώταις, Ἀχαιοῖς, Ἀκαρνᾶσι, Μακεδόσι πόλεμον ἐξήνεγκαν.
通过这些话以及其他类似同一主题的言论,他激起了斯科普斯及其朋友们如此强烈的冲动,以至于他们既没有等待埃托利亚人的公民大会,也没有与特别委员会商议,甚至没有履行任何其他正规程序,便全凭自己的冲动和判断,同时向美塞尼亚人、伊庇鲁斯人、阿凯亚人、阿卡纳尼亚人和马其顿人宣战。