§4.52.1σχήμονα τῶν πραγμάτων.
体面的退路。
Καυάρου δὲ τοῦ τῶν Γαλατῶν βασιλέως παραγενομένου πρὸς τὸ Βυζάντιον, καὶ σπουδάζοντος διαλῦσαι τὸν πόλεμον καὶ διέχοντος τὰς χεῖρας φιλοτίμως, συνεχώρησαν τοῖς παρακαλουμένοις ὅ τε Προυσίας οἵ τε Βυζάντιοι.
当加拉太人的国王卡瓦鲁斯来到拜占庭,极力调解战争,并热心地伸出调停之手时,普鲁西阿斯和拜占庭人都同意了所请求的条件。
§4.52.2πυθόμενοι δʼ οἱ Ῥόδιοι τήν τε τοῦ Καυάρου σπουδὴν καὶ τὴν ἐντροπὴν τοῦ Προυσίου, σπουδάζοντες δὲ καὶ τὴν αὑτῶν πρόθεσιν ἐπὶ τέλος ἀγαγεῖν, §4.52.3πρεσβευτὴν μὲν Ἀριδίκην προεχειρίσαντο πρὸς τοὺς Βυζαντίους, Πολεμοκλῆ δὲ τρεῖς ἔχοντα τριήρεις ὁμοῦ συναπέστειλαν, §4.52.4βουλόμενοι τὸ δὴ λεγόμενον καὶ τὸ δόρυ καὶ τὸ κηρύκειον ἅμα πέμπειν πρὸς τοὺς Βυζαντίους.
罗得斯人获悉卡瓦鲁斯的努力以及普鲁西阿斯的让步态度后,也急于使自己的意图达成结果,选派阿里迪克斯作为使节去见拜占庭人,同时派遣波レモ克レス率领三艘三列桨战船一同前往,意图如俗话所说,同时向拜占庭人送去“长枪与使者杖”。
ἐπιφανέντων δὲ τούτων, ἐγένοντο διαλύσεις ἐπὶ Κώθωνος τοῦ Καλλιγείτονος ἱερομνημονοῦντος ἐν τῷ Βυζαντίῳ, §4.52.5πρὸς μὲν Ῥοδίους ἁπλαῖ, Βυζαντίους μὲν μηδένα πράττειν τὸ διαγώγιον τῶν εἰς τὸν Πόντον πλεόντων, Ῥοδίους δὲ καὶ τοὺς συμμάχους τούτου γενομένου τὴν εἰρήνην ἄγειν πρὸς Βυζαντίους· §4.52.6πρὸς δὲ Προυσίαν τοιαίδε τινές, εἶναι Προυσίᾳ καὶ Βυζαντίοις εἰρήνην καὶ φιλίαν εἰς τὸν ἅπαντα χρόνον, μὴ στρατεύειν δὲ μήτε Βυζαντίους ἐπὶ Προυσίαν τρόπῳ μηδενὶ μήτε Προυσίαν ἐπὶ Βυζαντίους· §4.52.7ἀποδοῦναι δὲ Προυσίαν Βυζαντίοις τάς τε χώρας καὶ τὰ φρούρια καὶ τοὺς λαοὺς καὶ τὰ πολεμικὰ σώματα χωρὶς λύτρων, πρὸς δὲ τούτοις τὰ πλοῖα τὰ κατʼ ἀρχὰς ληφθέντα τοῦ πολέμου καὶ τὰ βέλη τὰ καταληφθέντʼ ἐν τοῖς ἐρύμασιν, ὁμοίως δὲ καὶ τὰ ξύλα καὶ τὴν λιθίαν καὶ τὸν κέραμον τὸν ἐκ τοῦ Ἱεροῦ χωρίου — §4.52.8ὁ γὰρ Προυσίας, ἀγωνιῶν τὴν τοῦ Τιβοίτου κάθοδον, πάντα καθεῖλε τὰ δοκοῦντα τῶν φρουρίων εὐκαίρως πρός τι κεῖσθαι — §4.52.9ἐπαναγκάσαι δὲ Προυσίαν καὶ ὅσα τινὲς τῶν Βιθυνῶν εἶχον ἐκ τῆς Μυσίας χώρας τῆς ὑπὸ Βυζαντίους ταττομένης ἀποδοῦναι τοῖς γεωργοῖς.
这些人出现后,在卡利盖通之子科索恩担任拜占庭圣使期间,达成了和平协议,与罗得斯人的条约较为简单:拜占庭人不得向驶入蓬托斯的船只征收任何通行税;在此条件下,罗得斯人及其盟友应与拜占庭人保持和平;而与普鲁西阿斯的条约如下:普鲁西阿斯与拜占庭人之间应享有永久的和平与友好,拜占庭人不得以任何方式对普鲁西阿斯发动战争,普鲁西阿斯亦不得对拜占庭人发动战争;普鲁西阿斯应向拜占庭人归还其领土、要塞、居民以及战俘,且不收赎金;此外,还应归还战争初期捕获的船只、在防御工事前缴获的箭矢,以及同样从被称为“神圣之地”的地方运走的木材、石料和瓦片—— 因为普鲁西阿斯由于担心蒂博伊特斯复归,已经拆毁了所有看似地理位置优越的要塞—— 普鲁西阿斯还应强迫部分比提尼亚人,将他们从属于拜占庭人管辖的米西亚领土中占有的一切,归还给当地的农夫。
§4.52.10ὁ μὲν οὖν Ῥοδίοις καὶ Προυσίᾳ πρὸς Βυζαντίους συστὰς πόλεμος τοιαύτας ἔλαβε τὰς ἀρχὰς καὶ
就这样,罗得斯人及普鲁西阿斯同拜占庭人之间爆发的战争,经历了这样的起因和