§4.49.1ὁ δὲ Προυσίας ἐνεκάλει μὲν πρότερον τοῖς Βυζαντίοις ὅτι ψηφισαμένων τινὰς εἰκόνας αὐτοῦ ταύτας οὐκ ἀνετίθεσαν, ἀλλʼ εἰς ἐπισυρμὸν καὶ λήθην ἄγοιεν,
而普鲁西阿斯此前也对拜占庭人怀有怨恨,因为他们虽然投票决定为他树立一些肖像,却并未予以安置,反而任由其被遗忘和荒废。
§4.49.2δυσηρέστει δʼ αὐτοῖς καὶ ἐπὶ τῷ πᾶσαν προσενέγκασθαι φιλονεικίαν εἰς τὸ διαλῦσαι τὴν Ἀχαιοῦ πρὸς Ἄτταλον ἔχθραν καὶ τὸν πόλεμον, νομίζων κατὰ πολλοὺς τρόπους ἀλυσιτελῆ τοῖς αὑτοῦ πράγμασιν ὑπάρχειν τὴν ἐκείνων φιλίαν.
他同样对他们感到不满,因为他们尽了一切努力去调解阿开乌斯与阿塔罗斯之间的敌意与战争,因为他认为,这两人的交好在许多方面都对自己的利益不利。
§4.49.3ἠρέθιζε δʼ αὐτὸν καὶ τὸ δοκεῖν Βυζαντίους πρὸς μὲν Ἄτταλον εἰς τοὺς τῆς Ἀθηνᾶς ἀγῶνας τοὺς συνθύσοντας ἐξαπεσταλκέναι, πρὸς αὐτὸν δʼ εἰς τὰ Σωτήρια μηδένα πεπομφέναι.
更让他气愤的是,拜占庭人似乎派遣了使节去阿塔罗斯那里,共同参加雅典娜节的竞技并献祭,却未派任何人去他那里参加索特里亚节。
§4.49.4διόπερ ἐκ πάντων τούτων ὑποικουρουμένης παρʼ αὐτῷ τῆς ὀργῆς, ἄσμενος ἐπελάβετο τῆς τῶν Ῥοδίων προφάσεως, καὶ συγκαταθέμενος τοῖς πρεσβευταῖς ἐκείνους μὲν ᾤετο δεῖν κατὰ θάλατταν πολεμεῖν, αὐτὸς δὲ κατὰ γῆν οὐκ ἐλάττω βλάψειν ἔδοξε τοὺς ὑπεναντίους.
因此,由于这一切在他心中积压的怒火,他乐意地利用了罗得斯人提供的借口;在与他们的使节达成一致后,他认为他们应当在海上作战,而他自己则决定在陆上给敌人造成不亚于此的打击。
§4.49.5ὁ μὲν οὖν Ῥοδίων πρὸς Βυζαντίους πόλεμος
于是,罗得斯人对拜占庭人的战争——