§4.50.1διὰ ταῦτα καὶ τοιαύτην ἔλαβε τὴν ἀρχήν.
鉴于这些原因,且以此种方式,这场战争拉开了帷幕。
οἱ δὲ Βυζάντιοι τὸ μὲν πρῶτον ἐρρωμένως ἐπολέμουν, πεπεισμένοι τὸν μὲν Ἀχαιὸν σφίσι βοηθεῖν, αὐτοὶ δὲ τὸν Τιβοίτην ἐκ τῆς Μακεδονίας ἐπαγαγόντες ἀντιπεριστήσειν τῷ Προυσίᾳ φόβους καὶ κινδύνους,
起初,拜占庭人奋力作战,因为他们坚信阿开乌斯会援助他们,并且他们自己如果从马其顿接来蒂博伊特斯,就能给普鲁西阿斯制造对等的恐惧和危险以进行牵制。
§4.50.2ὃς κατὰ τὴν προειρημένην ὁρμὴν πολεμῶν παρείλετο μὲν αὐτῶν τὸ καλούμενον ἐπὶ τοῦ στόματος Ἱερόν, §4.50.3ὃ Βυζάντιοι μικροῖς ἀνώτερον χρόνοις μεγάλων ὠνησάμενοι χρημάτων ἐσφετερίσαντο διὰ τὴν εὐκαιρίαν τοῦ τόπου, βουλόμενοι μηδεμίαν ἀφορμὴν μηδενὶ καταλιπεῖν μήτε κατὰ τῶν εἰς τὸν Πόντον πλεόντων ἐμπόρων μήτε περὶ τοὺς δούλους καὶ τὰς ἐξ αὐτῆς τῆς θαλάττης ἐργασίας, §4.50.4παρείλετο δὲ καὶ τὴν ἐπὶ τῆς Ἀσίας χώραν, ἣν κατεῖχον Βυζάντιοι τῆς Μυσίας πολλοὺς ἤδη χρόνους.
他在上述冲动的驱使下进行战争,夺取了他们位于海口处、被称为“希埃隆”的地方,这是拜占庭人在不久前花大价钱买下并据为己有的,因为该地位置便利,他们希望不给任何人留下任何针对驶入蓬托斯的商人的借口,也不在奴隶交易或源自该海域本身的产业方面留有余地,他还夺取了他们在亚洲一侧、妙西亚境内的领土,拜占庭人此前已占有该地多年。
§4.50.5οἱ δὲ Ῥόδιοι πληρώσαντες ναῦς ἕξ, ἅμα δὲ ταύταις παρὰ τῶν συμμάχων προσλαβόντες τέτταρας, καὶ ναύαρχον προχειρισάμενοι Ξενόφαντον, ἔπλεον ἐφʼ Ἑλλησπόντου δέκα ναυσί.
此时,罗得斯人装备了六艘船,同时又从盟友那里增调了四艘,并推举克塞诺凡托斯为海军将领,率领十艘船向赫勒斯滂驶去。
§4.50.6καὶ ταῖς μὲν λοιπαῖς ὁρμοῦντες περὶ Σηστὸν ἐκώλυον τοὺς πλέοντας εἰς τὸν Πόντον, μιᾷ δʼ ἐκπλεύσας ὁ ναύαρχος κατεπείραζε τῶν Βυζαντίων, εἴ πως ἤδη μεταμελοῖντο καταπεπληγμένοι τὸν πόλεμον.
他们用其余的船只在塞斯托斯附近停泊,阻拦那些驶往蓬托斯的人,而将领本人则率一艘船出航,试探拜占庭人的态度,看他们是否因对战争感到恐惧而已经开始后悔。
§4.50.7τῶν δʼ οὐ προσεχόντων ἀπέπλευσε καὶ παραλαβὼν τὰς λοιπὰς ναῦς ἀπῆρε πάσαις εἰς τὴν Ῥόδον.
但由于对方不予理睬,他便驶离,并带上其余船只,全体扬帆返回罗得斯。
§4.50.8οἱ δὲ Βυζάντιοι πρός τε τὸν Ἀχαιὸν ἔπεμπον, ἀξιοῦντες βοηθεῖν, ἐπί τε τὸν Τιβοίτην ἐξαπέστελλον τοὺς ἄξοντας αὐτὸν ἐκ τῆς Μακεδονίας·
拜占庭人则派人去阿开乌斯那里,请求援助,并向蒂博伊特斯那里派出了使节,准备将他从马其顿接来。
§4.50.9ἐδόκει γὰρ οὐχ ἧττον ἡ Βιθυνῶν ἀρχὴ Τιβοίτῃ καθήκειν ἢ Προυσίᾳ διὰ τὸ πατρὸς ἀδελφὸν
因为人们认为,比提尼亚的统治权属于蒂博伊特斯,并不亚于属于普鲁西阿斯,因为他是后者的叔父。
§4.50.10αὐτὸν ὑπάρχειν τῷ Προυσίᾳ οἱ δὲ Ῥόδιοι θεωροῦντες τὴν τῶν Βυζαντίων ὑπόστασιν, πραγματικῶς διενοήθησαν πρὸς τὸ καθικέσθαι τῆς προθέ
——即普鲁西阿斯的。 而罗得斯人注意到拜占庭人的坚决态度,为了达到自己的目的,便务实地谋划……