§4.47.1αγωγιάζειν τοὺς εἰς τὸν Πόντον πλέοντας.
……向驶入黑海的人征收通行税。
μεγάλης δὲ γενομένης τῆς ἀλυσιτελείας καὶ δυσχρηστίας πᾶσιν ἐκ τοῦ τέλος πράττειν τοὺς Βυζαντίους τῶν ἐξαγομένων ἐκ τοῦ Πόντου, δεινὸν ἡγοῦντο, καὶ πάντες ἐνεκάλουν οἱ πλοϊζόμενοι τοῖς Ῥοδίοις διὰ τὸ δοκεῖν τούτους προεστάναι τῶν κατὰ θάλατταν.
由于拜占庭人对从黑海运出的货物征税,给所有人带来了巨大的不便和损失,他们认为这是难以容忍的,并且航海者们大家都向罗得斯人抱怨,因为罗得斯人被公认为海上事务的保护者。
ἐξ οὗ συνέβη φῦναι τὸν πόλεμον, §4.47.2ὑπὲρ οὗ νῦν ἡμεῖς ἱστορεῖν μέλλομεν.
正是由此爆发了战争,我们现在正要记述这场战争。
οἱ γὰρ Ῥόδιοι, §4.47.3συνεξεγερθέντες ἅμα μὲν διὰ τὴν σφετέραν βλάβην, ἅμα δὲ καὶ διὰ τὴν τῶν πέλας ἐλάττωσιν, τὸ μὲν πρῶτον παραλαβόντες τοὺς συμμάχους ἐπρέσβευον πρὸς τοὺς Βυζαντίους, ἀξιοῦντες καταλύσειν αὐτοὺς τὸ παραγώγιον· §4.47.4οὐκ ἐντρεπομένων δὲ τοῖς ὅλοις, ἀλλὰ πεπεισμένων δίκαια λέγειν ἐκ τῆς ἀντικαταστάσεως τῆς γενομένης παρʼ αὐτοῖς τῶν περὶ τὸν Ἑκατόδωρον καὶ Ὀλυμπιόδωρον πρὸς τοὺς τῶν Ῥοδίων πρεσβευτάς — §4.47.5οὗτοι γὰρ τότε προέστησαν τοῦ τῶν Βυζαντίων πολιτεύματος — τότε μὲν ἀπηλλάγησαν οἱ Ῥόδιοι περάναντες οὐδέν, §4.47.6ἐπανελθόντες δὲ τὸν πόλεμον ἐψηφίσαντο τοῖς Βυζαντίοις διὰ τὰς προειρημένας αἰτίας.
因为罗得斯人,一方面因自身的损失,另一方面也因邻人的利益受损而共同激愤起来,起初他们协同盟国向拜占庭人派遣使节,要求他们废除通行税;但由于对方根本不予理会,反而坚信自己的主张是正当的——这是基于赫卡托多罗斯和奥林匹奥多罗斯等人在他们那里对罗得斯使节所作的辩驳——因为这些人在当时主持拜占庭的国政——当时罗得斯人一无所成地离去,但回去后,由于上述原因,他们投票决定对拜占庭人开战。
§4.47.7καὶ παραυτίκα πρεσβευτὰς ἐξαπέστελλον πρὸς Προυσίαν, παρακαλοῦντες καὶ τοῦτον εἰς τὸν πόλεμον· ᾔδεσαν γὰρ τὸν Προυσίαν παρατριβόμενον ἔκ τινων πρὸς τοὺς
他们还立即派使节去见普鲁西阿斯,敦促他也加入战争;因为他们知道普鲁西阿斯因某些事情而对他们心怀怨恨……