Humanitext Reader

波利比奥斯 · 历史 §4.42.1-4.42.8

黑海最终浅化与淡水化的论证

第 319 段,共 1311 段 · 希腊语

内容简介

作者通过与麦奥蒂斯湖的物理比例对比,论证了泥沙淤积必将导致黑海最终淡水化并变为湖泊的必然性,强调了用科学事实反驳航海者夸大言论的重要性,随后返回拜占庭的论述。

§4.42.1τοὺς αὐτοὺς τόπους.
(甚至无法辨认)相同的土地。
ἐξ ὧν οὐκ εἰκὸς θαυμάζειν πῶς οἱ τηλικοῦτοι καὶ τοιοῦτοι ποταμοὶ συνεχῶς ῥέοντες ἀπεργάζονταί τι τῶν προειρημένων καὶ τέλος ἐκπληροῦσι τὸν Πόντον.
由此看来,不应当感到惊异的是,如此巨大且如此众多的河流持续不断地流淌,如何完成了前述的那些事情,并最终将黑海填满。
§4.42.2οὐ γὰρ εἰκός, ἀλλʼ ἀναγκαῖον γενέσθαι τοῦτό γε προφαίνεται κατὰ τὸν ὀρθὸν λόγον.
因为按照正确的合理解释,这不仅是可能的,而且显然是必然会发生的。
§4.42.3σημεῖον δὲ τοῦ μέλλοντος· ὅσῳ γάρ ἐστι νῦν ἡ Μαιῶτις γλυκυτέρα τῆς Ποντικῆς θαλάττης, οὕτως θεωρεῖται διαφέρουσα προφανῶς ἡ Ποντικὴ τῆς καθʼ ἡμᾶς.
而关于未来的证明如下:因为正如现在的麦奥蒂斯湖比黑海更为甘甜,同样可以明显看出,黑海也与我们的海洋有所不同。
§4.42.4ἐξ ὧν δῆλον ὡς, ὅταν ὁ χρόνος, ἐν ᾧ πεπληρῶσθαι συμβαίνει τὴν Μαιῶτιν, τοῦτον λάβῃ τὸν λόγον πρὸς τὸν χρόνον, ὃν ἔχει τὸ μέγεθος τοῦ κοιλώματος πρὸς τὸ κοίλωμα, τότε συμβήσεται καὶ τὸν Πόντον τεναγώδη καὶ γλυκὺν καὶ λιμνώδη γενέσθαι παραπλησίως τῇ Μαιώτιδι λίμνῃ.
由此可见,当麦奥蒂斯被填满的时间与黑海被填满的时间之比,等同于麦奥蒂斯盆地的大小与黑海盆地的大小之比时,那时黑海也将同样变得多沙洲、甘甜且多湖泊,就像麦奥蒂斯湖那样。
§4.42.5καὶ θᾶττον δὲ τοῦτον ὑποληπτέον. ὅσῳ μείζους καὶ πλείους εἰσὶν αἱ ῥύσεις τῶν εἰς τοῦτον ἐκπιπτόντων ποταμῶν.
而且应该设想这一进程会更快,因为流入后者的河流流量更大且更多。
§4.42.6ταῦτα μὲν οὖν ἡμῖν εἰρήσθω πρὸς τοὺς ἀπίστως διακειμένους, εἰ δὴ χώννυσθαι νῦν καὶ χωσθήσεσθαί ποτε συμβήσεται τὸν Πόντον καὶ λίμνη καὶ τέναγος ἔσται τὸ τηλικοῦτον πέλαγος.
因此,对于那些持怀疑态度、不相信黑海现正被淤积且有朝一日终将被填满、如此辽阔的海洋会变成湖泊和沙洲的人,我们便作如上阐述。
§4.42.7ἔτι δὲ μᾶλλον εἰρήσθω καὶ τῆς τῶν πλοϊζομένων ψευδολογίας καὶ τερατείας χάριν, ἵνα μὴ παντὶ τῷ λεγομένῳ προσκεχηνέναι παιδικῶς ἀναγκαζώμεθα διὰ τὴν ἀπειρίαν, ἔχοντες δʼ ἴχνη τῆς ἀληθείας ἐπὶ ποσὸν ἐξ αὐτῶν ἐπικρίνειν δυνώμεθα τὸ λεγόμενον ὑπό τινων ἀληθῶς ἢ τοὐναντίον.
而更为重要的,是由于那些航海者的虚言与夸大之词而说,免得我们因缺乏经验,而像小孩子一样对所听到的每一件事都目瞪口呆,而是能够掌握一定程度的真理线索,以此来判定某些人的话是真实的还是相反的。
§4.42.8ἐπὶ δὲ τὸ συνεχὲς τῆς εὐκαιρίας τῶν Βυζαντίων ἐπάνιμεν.
现在我们回到关于拜占庭优越地理位置的连续叙述上。

词汇与语法注释

  1. 4.42.1τοὺς αὐτοὺς τόπους — 该短语在语法上作为前一节(§4.41.9)末尾不定式“μηδὲ γινώσκειν”(无法辨认)的宾语,跨越了分块边界。
  2. 4.42.3ὅσῳ γάρ ἐστι νῦν ἡ Μαιῶτις γλυκυτέρα τῆς Ποντικῆς θαλάττης, οὕτως θεωρεῖται διαφέρουσα προφανῶς ἡ Ποντικὴ τῆς καθʼ ἡμᾶς. — 此处使用相关结构“ὅσῳ ... οὕτως”来表示比例关系(“正如……同样……”)。它将麦奥蒂斯湖比黑海更为淡水化的程度,与黑海在盐度上不同于“我们的海”(地中海)的程度进行等比例对比。
  3. 4.42.4ὅταν ὁ χρόνος, ἐν ᾧ πεπληρῶσθαι συμβαίνει τὴν Μαιῶτιν, τοῦτον λάβῃ τὸν λόγον πρὸς τὸν χρόνον, ὃν ἔχει τὸ μέγεθος τοῦ κοιλώματος πρὸς τὸ κοίλωμα — 一个复杂的比例比较句。主语是“麦奥蒂斯被填满的时间”(ὁ χρόνος...)。关系从句“ὃν ἔχει...”限定了“这一比例”(τοῦτον... τὸν λόγον),即麦奥蒂斯盆地的大小与黑海盆地的大小之比。当它们被填满的时间之比等于它们盆地大小之比时,黑海也将完成同样的淤积过程。
  4. 4.42.7ἵνα μὴ... προσκεχηνέναι παιδικῶς ἀναγκαζώμεθα — 在由“ἵνα”引导的目的从句中,动词 προσχάσκω(张口注视、发呆)的完成时不定式“προσκεχηνέναι”与“ἀναγκαζώμεθα”(我们被迫)连用,构成比喻性表达,意为“免得我们像小孩子一样,因轻信而对听到的每件事都目瞪口呆”。

引用这一段

波利比奥斯, 历史 §4.42.1-4.42.8. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.42.1-4.42.8

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。