Humanitext Reader

波利比奥斯 · 历史 §4.3.1-4.3.13

多里马库斯劫掠美塞尼亚与蛮横行径

第 280 段,共 1311 段 · 希腊语

内容简介

在埃托利亚人乘马其顿少年国王腓力即位之机企图进行掠夺的背景下,被派遣的多里马库斯纵容海盗劫掠盟国美塞尼亚,并蛮横地对待前来抗议的受害者。

§4.3.1Αἰτωλοὶ πάλαι μὲν δυσχερῶς ἔφερον τὴν εἰρήνην καὶ τὰς ἀπὸ τῶν ἰδίων ὑπαρχόντων δαπάνας, ὡς ἂν εἰθισμένοι μὲν ζῆν ἀπὸ τῶν πέλας, δεόμενοι δὲ πολλῆς χορηγίας διὰ τὴν ἔμφυτον ἀλαζονείαν, ᾗ δουλεύοντες ἀεὶ πλεονεκτικὸν καὶ θηριώδη ζῶσι βίον, οὐδὲν οἰκεῖον, πάντα δʼ ἡγούμενοι πολέμια.
埃托利亚人早就对和平以及靠自己的财产支出感到不满,因为他们习惯于依靠邻人生活,并且由于天生的傲慢而需要大量的物资;他们受制于这种傲慢,始终过着贪婪而野蛮的生活,不把任何事物视为友好的,而把一切都看作是敌对的。
§4.3.2οὐ μὴν ἀλλὰ τὸν πρὸ τοῦ χρόνον, ἕως Ἀντίγονος ἔζη, δεδιότες Μακεδόνας ἦγον ἡσυχίαν.
然而,在此之前,只要安提柯还活着,他们由于畏惧马其顿人,一直保持着安静。
§4.3.3ἐπειδὴ δʼ ἐκεῖνος μετήλλαξε τὸν βίον, παῖδα καταλιπὼν Φίλιππον, καταφρονήσαντες ἐζήτουν ἀφορμὰς καὶ προφάσεις τῆς εἰς Πελοπόννησον ἐπιπλοκῆς, ἀγόμενοι κατὰ τὸ παλαιὸν ἔθος ἐπὶ τὰς ἐκ ταύτης ἁρπαγάς, ἅμα δὲ καὶ νομίζοντες ἀξιόχρεως εἶναι σφᾶς πρὸς τὸ πολεμεῖν αὐτοῖς Ἀχαιοῖς.
但当他去世,留下了尚是孩童的腓力时,他们便心存轻蔑,开始寻找介入伯罗奔尼撒的契机和借口,他们因古老的习俗而渴望去那里掠夺,同时又认为自己足以与阿凯亚人抗衡。
§4.3.4ὄντες δʼ ἐπὶ ταύτης τῆς προθέσεως, βραχέα ταὐτομάτου σφίσι συνεργήσαντος ἔλαβον ἀφορμὰς πρὸς τὴν ἐπιβολὴν τοιαύτας.
正当他们怀有这一意图时,由于机缘巧合对他们稍加助力,他们便获得了如下开展行动的契机。
§4.3.5Δωρίμαχος ὁ Τριχωνεὺς ἦν μὲν υἱὸς Νικοστράτου τοῦ παρασπονδήσαντος τὴν τῶν Παμβοιωτίων πανήγυριν, νέος δʼ ὢν καὶ πλήρης Αἰτωλικῆς ὁρμῆς καὶ πλεονεξίας ἐξαπεστάλη κατὰ κοινὸν εἰς τὴν τῶν Φιγαλέων πόλιν, §4.3.6ἥτις ἐστὶ μὲν ἐν Πελοποννήσῳ, κεῖται δὲ πρὸς τοῖς τῶν Μεσσηνίων ὅροις, ἐτύγχανε δὲ τότε συμπολιτευομένη τοῖς Αἰτωλοῖς, §4.3.7λόγῳ μὲν παραφυλάξων τήν τε χώραν καὶ τὴν πόλιν τῶν Φιγαλέων, ἔργῳ δὲ κατασκόπου τάξιν ἔχων τῶν ἐν Πελοποννήσῳ πραγμάτων.
特里科尼翁的多里马库斯是尼科斯特拉托斯的儿子,后者曾破坏过泛波奥蒂亚节庆的条约;多里马库斯年轻且充满埃托利亚人的冲动与贪欲,被公家派遣到菲加利亚人的城市,这座城市位于伯罗奔尼撒,地处美塞尼亚人的边界,当时正与埃托利亚人结为同盟,名义上是去保卫菲加利亚人的领土和城市,实际上则是充当监视伯罗奔尼撒局势的间谍。
§4.3.8συνδραμόντων δὲ πειρατῶν, καὶ παραγενομένων πρὸς αὐτὸν εἰς τὴν Φιγάλειαν, οὐκ ἔχων τούτοις ἀπὸ τοῦ δικαίου συμπαρασκευάζειν ὠφελείας, διὰ τὸ μένειν ἔτι τότε τὴν κοινὴν εἰρήνην τοῖς Ἕλλησι τὴν ὑπʼ Ἀντιγόνου συντελεσθεῖσαν, §4.3.9τέλος ἀπορούμενος ἐπέτρεψε τοῖς πειραταῖς λῄζεσθαι τὰ τῶν Μεσσηνίων θρέμματα, φίλων ὄντων καὶ συμμάχων.
当海盗聚集并来到菲加利亚投奔他时,由于当时由安提柯缔结的希腊人之间的共同和平仍在维持,他无法通过合法的手段为他们谋取利益,最终他无计可施,允许海盗们去掠夺美塞尼亚人的牲畜,而美塞尼亚人本是他们的朋友和盟友。
§4.3.10τὸ μὲν οὖν πρῶτον ἠδίκουν τὰ περὶ τὰς ἐσχατιὰς ποίμνια, μετὰ δὲ ταῦτα, προβαινούσης τῆς ἀπονοίας, ἐνεχείρησαν καὶ τὰς ἐπὶ τῶν ἀγρῶν οἰκίας ἐκκόπτειν, ἀνυπονοήτως τὰς νύκτας ἐπιφαινόμενοι.
起初,他们只在边界一带骚扰羊群,但此后,随着他们的狂妄加剧,他们甚至着手在夜间出其不意地袭击并洗劫田野中的房屋。
§4.3.11τῶν δὲ Μεσσηνίων ἐπὶ τούτοις ἀγανακτούντων καὶ διαπρεσβευομένων πρὸς τὸν Δωρίμαχον, τὰς μὲν ἀρχὰς παρήκουε, βουλόμενος τὰ μὲν ὠφελεῖν τοὺς ὑπʼ αὐτὸν ταττομένους, τὰ δʼ αὐτὸς ὠφελεῖσθαι, μερίτης γινόμενος τῶν λαμβανομένων.
美塞尼亚人对此十分愤慨,并派遣使者去见多里马库斯,起初他充耳不闻,因为他一方面希望使自己手下的人获益,另一方面也希望自己能通过分得被掠夺的物资而获利。
§4.3.12πλεοναζούσης δὲ τῆς παρουσίας τῶν πρεσβειῶν διὰ τὴν συνέχειαν τῶν ἀδικημάτων, αὐτὸς ἥξειν ἐπὶ τὴν Μεσσήνην ἔφη, δικαιολογησόμενος πρὸς τοὺς ἐγκαλοῦντας τοῖς Αἰτωλοῖς.
然而,由于暴行的持续发生,使者的来访变得更加频繁,于是他声称将亲自前往美塞内,向那些指控埃托利亚人的人进行辩解。
§4.3.13ἐπειδὴ δὲ παρεγένετο, προσπορευομένων αὐτῷ τῶν ἠδικημένων, τοὺς μὲν διέσυρε χλευάζων, τῶν δὲ κατανίστατο, τοὺς δʼ ἐξέπληττε λοιδορῶν.
当他抵达后,受害者们向他走来,他却对一些人冷嘲热讽,对另一些人傲慢威逼,还用辱骂来恐吓其余的人。

词汇与语法注释

  1. §4.3.1ὡς ἂν εἰθισμένοι — 连词 `ὡς` 连同 `ἄν` 修饰完成时分词 `εἰθισμένοι`,引入主观或假设性的原因。它用于强调埃托利亚人因习惯于掠夺生活而产生的主观动机或借口。
  2. §4.3.3νομίζοντες ἀξιόχρεως εἶναι σφᾶς — 反身代词宾格 `σφᾶς`(第三人称复数)用作不定式 `εἶναι` 的逻辑主语。通常,当不定式的主语与主句主语(在此为 `νομίζοντες` 的主语)相同时,该主语会被省略,但此处特意明示以强调“他们自己”与他人的对比。
  3. §4.3.8ἀπὸ τοῦ δικαίου — 介词 `ἀπό` 与中性名词属格 `τοῦ δικαίου` 结合,用作副词短语,意为“通过合法手段”或“正当地”。这表明了由于共同和平条约有效,多里马库斯在当时面临的法律制约。
  4. §4.3.11τὰς μὲν ἀρχὰς — 虽为名词 `ἀρχή` 的宾格复数形式,但此处用作副词性宾格(时间宾格),意为“起初”或“开始时”。

引用这一段

波利比奥斯, 历史 §4.3.1-4.3.13. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.3.1-4.3.13

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。