Humanitext Reader

波利比奥斯 · 历史 §4.35.1-4.35.15

斯巴达政变与拥立新王

第 312 段,共 1311 段 · 希腊语

内容简介

斯巴达的叛乱分子在神殿内屠杀了监察官以夺取政权,并决定同埃托利亚人结盟。随后,他们拥立年幼的阿格西波利斯为其中一位国王,而另一位国王则由并非王室血统的莱库古通过向监察官行贿篡得。

§4.35.1εἰς τὴν οἰκείαν, οἱ δʼ ἐξ ἀρχῆς αἴτιοι γεγονότες τῆς κινήσεως, οὐδαμῶς εἶξαι δυνάμενοι τοῖς παροῦσιν, αὖτις ἐπεβάλοντο πρᾶγμα ποιεῖν πάντων ἀσεβέστατον, φθείραντές τινας τῶν νέων.
回到自国。 而最初挑起事端的人,由于绝不能屈从于眼前的局势,便再次密谋做出最不敬虔的恶行,腐蚀了部分年轻人。
§4.35.2κατὰ γάρ τινα θυσίαν πάτριον ἔδει τοὺς μὲν ἐν ταῖς ἡλικίαις μετὰ τῶν ὅπλων πομπεύειν ἐπὶ τὸν τῆς Ἀθηνᾶς τῆς Χαλκιοίκου νεών, τοὺς δʼ ἐφόρους συντελεῖν τὰ περὶ τὴν θυσίαν, αὐτοῦ περὶ τὸ τέμενος διατρίβοντας.
因为在一次祖传的祭礼中,规定凡适龄青年均须携带武器队列行进至青铜之家的雅典娜神殿,而监察官们则留在神域附近,履行与祭祀相关的职责。
§4.35.3ἐν τούτῳ τῷ καιρῷ τῶν πομπευόντων ἐν τοῖς ὅπλοις τινὲς νεανίσκων ἄφνω προσπεσόντες θύουσι τοῖς ἐφόροις ἀπέσφαξαν αὐτούς.
就在此时,几名全副武装参与游行的青年突然袭击了正在献祭的监察官们,并将他们杀害。
καίτοι πᾶσι τοῖς καταφυγοῦσι τὴν ἀσφάλειαν παρεσκεύαζε τὸ ἱερόν, κἂν θανάτου τις ᾖ κατακεκριμένος· §4.35.4τότε δὲ διὰ τὴν ὠμότητα τῶν τολμώντων εἰς τοῦτʼ ἦλθε καταφρονήσεως ὥστε περὶ τὸν βωμὸν καὶ τὴν τράπεζαν τῆς θεοῦ κατασφαγῆναι τοὺς ἐφόρους ἅπαντας.
然而,那座神殿本该为所有逃亡至此的人提供安全庇护,即使有人已被判处死刑;但当时,由于行凶者的残暴,神圣的庇护竟遭到如此蔑视,以至于全体监察官在女神的祭坛和祭台周围惨遭屠杀。
§4.35.5ἑξῆς δὲ τούτου τἀκόλουθον τῇ προθέσει ποιοῦντες ἀνεῖλον μὲν τοὺς περὶ Γυρίδαν τῶν γερόντων, ἐφυγάδευσαν δὲ τοὺς ἀντειπόντας τοῖς Αἰτωλοῖς, εἵλοντο δʼ ἐξ αὑτῶν ἐφόρους, συνέθεντο δὲ πρὸς τοὺς Αἰτωλοὺς τὴν συμμαχίαν.
随后,他们按照既定计划,杀害了吉里达斯一派的长者,流放了反对埃托利亚人的人,从他们自己人中选出监察官,并与埃托利亚人缔结了同盟。
§4.35.6ἐποίουν δὲ ταῦτα, καὶ τήν τε πρὸς Ἀχαιοὺς ἀπέχθειαν καὶ τὴν πρὸς Μακεδόνας ἀχαριστίαν καὶ καθόλου τὴν πρὸς πάντας ἀλογίαν ὑπέμενον — οὐχ ἥκιστα δὲ διὰ Κλεομένη καὶ τὴν πρὸς ἐκεῖνον εὔνοιαν — ἐπελπίζοντες ἀεὶ καὶ προσδοκίαν ἔχοντες τῆς ἐκείνου παρουσίας ἅμα καὶ σωτηρίας.
他们做出这些举动,甘愿承受对阿开亚人的敌意、对马其顿人的忘恩负义,以及普遍对所有人的无理——这在很大程度上是因为克利奥米尼以及对他的忠诚——因为他们始终期盼并等待着他的归来与获救。
§4.35.7οὕτως οἱ δυνάμενοι τῶν ἀνθρώπων ἐπιδεξίως ὁμιλεῖν τοῖς συμπεριφερομένοις οὐ μόνον παρόντες, ἀλλὰ καὶ μακρὰν ἀφεστῶτες ἐγκαταλείπουσί τινα καὶ λίαν ἰσχυρὰ τῆς πρὸς αὑτοὺς εὐνοίας αἰθύγματα.
如此看来,那些善于与人相处的人,不仅在生前,甚至在远去之后,都能给人们心中留下对自己极其强烈的忠诚火花。
§4.35.8οἵ γε χωρὶς τῶν ἄλλων καὶ τότε, πολιτευόμενοι κατὰ τὰ πάτρια σχεδὸν ἤδη τρεῖς ἐνιαυτοὺς μετὰ τὴν Κλεομένους ἔκπτωσιν, οὐδʼ ἐπενόησαν οὐδέποτε βασιλεῖς καταστῆσαι τῆς Σπάρτης· §4.35.9ἅμα δὲ τῷ τὴν φήμην ἀφικέσθαι περὶ τῆς Κλεομένους τελευτῆς εὐθέως ὥρμησαν ἐπὶ τὸ βασιλεῖς καθιστάναι τά τε πλήθη καὶ τὸ τῶν ἐφόρων ἀρχεῖον.
撇开其他事不谈,即使在当时,自克利奥米尼被逐后,他们已按祖制治理国家近三年之久,却从未想过在斯巴达立王;然而,克利奥米尼死讯传来的那一刻,民众和监察官委员会便立即急于立王。
§4.35.10καὶ κατέστησαν οἱ κοινωνοῦντες ἔφοροι τῆς αἱρέσεως τοῖς στασιώταις, οἱ καὶ τὴν πρὸς Αἰτωλοὺς συνθέμενοι συμμαχίαν, ὑπὲρ ὧν τὸν ἄρτι λόγον ἐποιησάμην, τὸν μὲν ἕνα νομίμως καὶ καθηκόντως, Ἀγησίπολιν, ὄντα μὲν παῖδα τὴν ἡλικίαν, υἱὸν δʼ Ἀγησιπόλιδος τοῦ Κλεομβρότου· §4.35.11τὸν δὲ συνέβαινε βεβασιλευκέναι καθʼ οὓς καιροὺς ἐξέπεσε Λεωνίδης ἐκ τῆς ἀρχῆς, διὰ τὸ κατὰ γένος ὑπάρχειν ἔγγιστα τῆς οἰκίας ταύτης.
与叛乱分子同流合污共同参与选举的监察官们——即我刚才提到的那些与埃托利亚人缔结盟约的人——立了一位合乎法律且名正言顺的国王,即年龄尚幼的阿格西波利斯,他是克利翁布罗图斯之子阿格西波利斯的儿子;此人(其父)在列奥尼达斯被逐出王位期间曾担任过国王,因为他按血统最亲近这一家族。
§4.35.12ἐπίτροπον δὲ τοῦ παιδὸς εἵλοντο Κλεομένη, Κλεομβρότου μὲν υἱόν, Ἀγησιπόλιδος δʼ ἀδελφόν.
他们选出克利翁布罗图斯之子、阿格西波利斯之弟克利奥米尼作为该幼童的监护人。
§4.35.13ἀπὸ δὲ τῆς ἑτέρας οἰκίας, ὄντων ἐκ τῆς Ἱππομέδοντος θυγατρὸς Ἀρχιδάμῳ δυεῖν παίδων, ὃς ἦν υἱὸς Εὐδαμίδου, ζῶντος δὲ καὶ Ἱππομέδοντος ἀκμήν, ὃς ἦν υἱὸς Ἀγησιλάου τοῦ Εὐδαμίδου, καὶ ἑτέρων δὲ πλειόνων ἀπὸ τῆς οἰκίας ὑπαρχόντων, ἀπωτέρω μὲν τῶν προειρημένων, προσηκόντων δὲ κατὰ γένος, §4.35.14τούτους μὲν ἅπαντας ὑπερεῖδον, Λυκοῦργον δὲ βασιλέα κατέστησαν, οὗ τῶν προγόνων οὐδεὶς ἐτετεύχει τῆς προσηγορίας· ὃς δοὺς ἑκάστῳ τῶν ἐφόρων τάλαντον Ἡρακλέους ἀπόγονος καὶ βασιλεὺς ἐγεγόνει τῆς Σπάρτης.
而在另一个家族中,尽管埃乌达米达斯之子阿耳基达摩斯与希波墨冬之女育有两个孩子,且埃乌达米达斯之子阿格西劳斯的儿子希波墨冬本人也依然在世,该家族中还有其他几位虽然比前述之人关系更远、但在血统上符合资格的人,他们却无视了所有这些人,立了莱库古为王,而他的祖先中没有一个曾获得过这个头衔;他通过给每位监察官一塔兰同,便成为了赫拉克勒斯的后裔和斯巴达的国王。
§4.35.15οὕτως εὔωνα πανταχῇ τὰ καλὰ γέγονε.
如此,高贵之物在到处都变得廉价。
τοιγαροῦν οὐ παῖδες παίδων, ἀλλʼ αὐτοὶ πρῶτοι τῆς ἀνοίας ἀπέτισαν τοὺς μισθοὺς οἱ καταστήσαντες.
因此,并不是他们的子子孙孙,而是拥立他的那些人自己最先为他们的愚蠢付出了代价。

词汇与语法注释

  1. 4.35.11τὸν δὲ — 此关系代词(宾格)的指代对象并非刚刚提到的幼童阿格西波利斯,而是其父亲,即克利翁布罗图斯之子阿格西波利斯,他曾在公元前240年代初列奥尼达斯二世暂时被逐期间在位。
  2. 4.35.13ὄντων ... ζῶντος ... ὑπαρχόντων — 此整段由三个并列的属格绝对结构构成,描述了另一王族(欧里庞提德家族)中存在多位合法王位继承候选人的情况。该结构与下一节的主句(“他们无视了所有这些人”)相连,带有让步的意味。

引用这一段

波利比奥斯, 历史 §4.35.1-4.35.15. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.35.1-4.35.15

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。