§4.34.1ἐν ταῖς ὁλοσχερέσι περιστάσεσι.
在重大危局之中。
Λακεδαιμόνιοι δὲ τῶν εἰθισμένων ἐποίησάν τι — τοῦτο γὰρ συνεχὲς ἦν τοῖς προειρημένοις — τέλος γὰρ τοὺς παρὰ τῶν συμμάχων πρέσβεις ἀναποκρίτους ἀπέστειλαν.
而拉刻代蒙人做了一件他们惯常做的事——因为这与前文所述相一致——因为最终他们让盟国的使者未得答复便离去了。
οὕτως ἐξηπόρησαν ὑπὸ τῆς ἀλογίας καὶ κακίας τῆς αὑτῶν.
他们因自家的无理和邪恶而陷入如此窘境。
§4.34.2καί μοι δοκεῖ τοῦτʼ ἀληθὲς εἶναι διότι πολλάκις τολμᾶν περιττὸν εἰς ἄνοιαν καὶ τὸ μηδὲν καταντᾶν εἴωθεν.
在我看来,这也是真实的:过度地冒险往往会沦为愚蠢,并最终归于虚无。
§4.34.3οὐ μὴν ἀλλὰ μετὰ ταῦτα, κατασταθέντων ἐφόρων ἄλλων, οἱ κινήσαντες ἐξ ἀρχῆς τὰ πράγματα καὶ γενόμενοι τῆς προειρημένης σφαγῆς αἴτιοι διεπέμποντο πρὸς τοὺς Αἰτωλούς, ἐπισπώμενοι πρεσβευτήν.
尽管如此,在此之后,当新的监察官就任时,那些最初挑起事端并成为上述屠杀罪魁祸首的人,向埃托利亚人发送信使,意图拉拢一位使节。
§4.34.4τῶν δὲ καὶ μάλʼ ἀσμένως ὑπακουσάντων, ἧκε μετʼ ὀλίγον πρεσβεύων εἰς τὴν Λακεδαίμονα Μαχατᾶς.
而对方也极为乐意地响应了,不久,马哈塔斯便作为使节来到了拉刻代蒙。
§4.34.5καὶ παραυτίκα προσῄει τοῖς ἐφόροις οἰόμενοι δεῖν τῷ τε Μαχατᾷ δίδοσθαι τὴν ἔφοδον ἐπὶ τοὺς πολλούς, καὶ βασιλέας καθιστάναι κατὰ τὰ πάτρια, καὶ μὴ περιορᾶν τὸν πλείω χρόνον παρὰ τοὺς νόμους καταλελυμένην τὴν τῶν Ἡρακλειδῶν ἀρχήν.
他们随即前往监察官那里,认为应当允许马哈塔斯向民众陈情,并应当按照祖制拥立国王,不应容忍赫拉克勒斯子孙的王权违反法律而被废除更久。
§4.34.6οἱ δʼ ἔφοροι, δυσαρεστούμενοι μὲν τοῖς ὅλοις πράγμασιν, οὐ δυνάμενοι δὲ πρὸς τὴν ὁρμὴν ἀντοφθαλμεῖν, ἀλλὰ δεδιότες τὴν τῶν νέων συστροφήν, περὶ μὲν τῶν βασιλέων ἔφασαν μετὰ ταῦτα βουλεύσεσθαι, τῷ δὲ Μαχατᾷ συνεχώρησαν δώσειν τὴν ἐκκλησίαν.
监察官们虽然对整件事感到不满,但由于无力抵挡这股势头,又害怕年轻人们的集结,便表示关于国王的事情以后再作议定,但同意为马哈塔斯召开公民大会。
§4.34.7συναχθέντος δὲ τοῦ πλήθους παρελθὼν ὁ Μαχατᾶς παρεκάλει διὰ πλειόνων αὐτοὺς αἱρεῖσθαι τὴν πρὸς Αἰτωλοὺς συμμαχίαν, εἰκῇ μὲν καὶ θρασέως κατηγορῶν Μακεδόνων, ἀλόγως δὲ καὶ ψευδῶς ἐγκωμιάζων τοὺς Αἰτωλούς.
群众集集会召开后,马哈塔斯走上台前,长篇大论地劝说他们选择与埃托利亚人结盟,他肆意且大胆地指责马其顿人,同时无理且虚伪地歌颂埃托利亚人。
§4.34.8μεταστάντος δὲ τούτου, πολλῆς ἀμφισβητήσεως ἐτύγχανε τὸ πρᾶγμα· τινὲς μὲν γὰρ συνηγόρουν τοῖς Αἰτωλοῖς καὶ συντίθεσθαι πρὸς αὐτοὺς παρῄνουν τὴν συμμαχίαν, ἔνιοι δὲ τούτοις ἀντέλεγον.
在他退场后,这件事引发了巨大的争议:因为有些人为埃托利亚人辩护,建议同他们结盟,而另一些人则对此表示反对。
§4.34.9οὐ μὴν ἀλλὰ τῶν πρεσβυτέρων τινὲς ἐπιστήσαντες τὸ πλῆθος ἐπί τε τὰς Ἀντιγόνου καὶ Μακεδόνων εὐεργεσίας ἐπί τε τὰς διὰ Χαριξένου καὶ Τιμαίου βλάβας, ὅτε στρατεύσαντες Αἰτωλοὶ πανδημεὶ κατέφθειραν μὲν αὐτῶν τὴν χώραν, ἐξηνδραποδίσαντο δὲ τὰς περιοίκους, ἐπεβούλευσαν δὲ τῇ Σπάρτῃ, μετὰ δόλου καὶ βίας τοὺς φυγάδας ἐπαγαγόντες, ἐπʼ ἄλλης ἐγένοντο γνώμης,
然而,长者中的一些人引导民众去注意安提柯和马其顿人所施予的恩惠,以及由哈里克塞诺斯和蒂迈欧带来的损害——当时埃托利亚人全力出兵,不仅蹂躏了他们的土地,奴役了周边的居民,还阴谋危害斯巴达,用欺骗和暴力引回流亡者——这使得他们改变了主意。
§4.34.10καὶ τέλος ἐπείσθησαν τηρεῖν τὴν πρὸς Φίλιππον καὶ Μακεδόνας συμμαχίας.
最终,他们被说服去维持与腓力和马其顿人的同盟。
§4.34.11γενομένων δὲ τούτων, ὁ μὲν Μαχατᾶς ἄπρακτος ἐπανῄει πάλιν
这些事情发生后,马哈塔斯一事无成,再次打道回府。