Humanitext Reader

波利比奥斯 · 历史 §4.29.1-4.29.7

腓力五世与斯克尔迪莱达斯结盟

第 306 段,共 1311 段 · 希腊语

内容简介

马其顿国王腓力五世为即将到来的战争整顿兵力,并与伊利里亚领袖斯克尔迪莱达斯谈判。因埃托利亚人背信弃义而心怀怨恨的斯克尔迪莱达斯同意与腓力结盟。

§4.29.1Φίλιππος δὲ παραχειμάζων ἐν Μακεδονίᾳ κατέγραφε τὰς δυνάμεις πρὸς τὴν μέλλουσαν χρείαν ἐπιμελῶς, ἅμα δὲ τούτοις ἠσφαλίζετο τὰ πρὸς τοὺς ὑπερκειμένους τῆς Μακεδονίας βαρβάρους.
腓力在马其顿过冬期间,为将来的需要精心征募兵力,同时巩固了与马其顿北方蛮族的关系。
§4.29.2μετὰ δὲ ταῦτα συνελθὼν πρὸς Σκερδιλαΐδαν καὶ τολμηρῶς δοὺς αὑτὸν εἰς τὰς χεῖρας, διελέγετο περὶ φιλίας καὶ συμμαχίας,
在此之后,他前往会见斯克尔迪莱达斯,大胆地将自己置于对方手中,与其商讨友好与结盟之事。
§4.29.3καὶ τὰ μὲν ὑπισχνούμενος αὐτῷ συγκατασκευάσειν τῶν κατὰ τὴν Ἰλλυρίδα πραγμάτων, τὰ δὲ κατηγορῶν τῶν Αἰτωλῶν, ὄντων εὐκατηγορήτων, ῥᾳδίως ἔπεισε συγχωρεῖν τοῖς παρακαλουμένοις.
他一方面承诺帮助其确立在伊利里亚的事务,另一方面对本就易遭非难的埃托利亚人进行控诉,从而轻易说服他同意了这些提议。
§4.29.4μήποτε γὰρ οὐδὲν διαφέρει τὰ κατʼ ἰδίαν ἀδικήματα τῶν κοινῶν, ἀλλὰ πλήθει μόνον καὶ μεγέθει τῶν συμβαινόντων.
因为,私人的不义行为与公然的不义行为或许毫无区别,仅仅在所发生事件的数量和规模上有所不同。
καὶ γὰρ κατʼ ἰδίαν τὸ τῶν ῥᾳδιουργῶν καὶ κλεπτῶν φῦλον τούτῳ μάλιστα τῷ τρόπῳ σφάλλεται, τῷ μὴ ποιεῖν ἀλλήλοις τὰ δίκαια καὶ συλλήβδην διὰ τὰς εἰς αὑτοὺς ἀθεσίας. ὃ καὶ τότε συνέβη γενέσθαι περὶ τοὺς Αἰτωλούς.
事实上,在私人生活中,恶棍和盗贼之流也主要是以这种方式自取灭亡:即彼此不公,一言以蔽之,因相互背信弃义而毁灭。 而这正是当时发生在埃托利亚人身上的事情。
§4.29.5συνθέμενοι γὰρ τῷ Σκερδιλαΐδᾳ δώσειν μέρος τι τῆς λείας, ἐὰν συνεισβάλῃ μετʼ αὐτῶν εἰς τὴν Ἀχαΐαν, πεισθέντος καὶ ποιήσαντος τοῦτο, §4.29.6διαρπάσαντες τὴν τῶν Κυναιθέων πόλιν, καὶ πολλὰ περιελασάμενοι σώματα καὶ θρέμματα, τὸν Σκερδιλαΐδαν οὐδενὸς μερίτην ἐποίησαν τῶν ἁλόντων.
因为他们曾与斯克尔迪莱达斯约定,如果他与他们共同入侵亚该亚,便分给他一部分战利品,而当他被说服并履行了这一约定,在洗劫了库奈塔的城市、并掠走了许多人口和牲畜之后,他们却未让斯克尔迪莱达斯分得任何捕获的物品。
§4.29.7διόπερ ὑποκαθημένης ἐκ τούτων αὐτῷ τῆς ὀργῆς, βραχέα προσαναμνήσαντος τοῦ Φιλίππου, ταχέως ὑπήκουσε καὶ συνέθετο μεθέξειν τῆς κοινῆς συμμαχίας, ἐφʼ ᾧ λαμβάνειν μὲν εἴκοσι τάλαντα κατʼ ἐνιαυτόν, πλεῖν δὲ λέμβοις τριάκοντα καὶ πολεμεῖν τοῖς Αἰτωλοῖς κατὰ θάλατταν.
因此,由于这些事情在他心中积压着愤怒,在腓力稍加提醒之后,他便迅速顺从,并同意加入共同盟约,条件是他每年获得二十塔兰同,并率三十艘轻舟出海对埃托利亚人作战。

词汇与语法注释

  1. §4.29.3τὰ μὲν... τὰ δὲ... — 中性复数宾格的副词性用法,用以对比腓力的两种说服手段:“一方面……,另一方面……”。
  2. §4.29.4μήποτε — 在波利比乌斯等希腊化时期的希腊语中,μήποτε 用作引入小词,表示委婉的推测或肯定的见解(“或许……”)。
  3. §4.29.5πεισθέντος καὶ ποιήσαντος τοῦτο — 属格独立结构。其逻辑主语由上下文可知,即前文与格所示的斯克尔迪莱达斯(Σκερδιλαΐδας)。此句用以表明他已按约定行动,以与随后埃托利亚人背约不分战利品的行为形成对比。
  4. §4.29.7ἐφʼ ᾧ — 介词 ἐπί 连同关系代词 ᾧ,后接不定式(λαμβάνειν, πλεῖν, πολεμεῖν),用以规定协定的具体条件(“条件是……”)。

引用这一段

波利比奥斯, 历史 §4.29.1-4.29.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.29.1-4.29.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。