Humanitext Reader

波利比奥斯 · 历史 §4.23.1-4.23.9

斯巴达使者的辩解与腓力的评议会

第 300 段,共 1311 段 · 希腊语

内容简介

拉刻代蒙使者会见腓力,将动乱的责任推给已被杀害的阿德曼图斯等人,并承诺效忠盟约。在腓力的评议会中,人们在严惩斯巴达与宽大处理之间产生了意见分歧。

§4.23.1ἀπεχώρησαν πρὸς τὸν Φίλιππον.
投奔了腓力。
ταῦτα δὲ πράξαντες εὐθέως ἔπεμπον οἱ προεστῶτες ἔφοροι τῶν πραγμάτων τοὺς κατηγορήσοντας πρὸς τὸν Φίλιππον τῶν ἀνῃρημένων καὶ παρακαλέσοντας αὐτὸν ἐπισχεῖν τὴν παρουσίαν, ἕως ἂν ἐκ τοῦ γεγονότος κινήματος εἰς τὴν ἀποκατάστασιν ἔλθῃ τὰ κατὰ τὴν πόλιν· γινώσκειν δὲ διότι πρόκειται διατηρεῖν αὐτοῖς πάντα τὰ δίκαια καὶ φιλάνθρωπα πρὸς Μακεδόνας·
在干了这些事之后,执政的监察官们立即派人去腓力那里,指控那些被杀害的人,并请求他推迟抵达,直到城邦内的局势从发生的动乱中恢复常态;并且让他们转达,他们意图对马其顿人保持一切正义与友好的态度。
§4.23.2οἳ καὶ συμμίξαντες ἤδη περὶ τὸ Παρθένιον ὄρος ὄντι τῷ βασιλεῖ διελέχθησαν ἀκολούθως ταῖς ἐντολαῖς.
这些使者在帕尔塞尼翁山附近与王会合,并按照指令进行了交涉。
§4.23.3ὁ δὲ διακούσας παρεκάλεσε τοὺς ἥκοντας κατὰ σπουδὴν ποιήσασθαι τὴν εἰς οἶκον ἐπάνοδον καὶ δηλοῦν τοῖς ἐφόροις ὅτι κατὰ τὸ συνεχὲς πορευθεὶς αὐτὸς μὲν ἐν Τεγέᾳ ποιήσεται τὴν στρατοπεδείαν, ἐκείνους δʼ οἴεται δεῖν τὴν ταχίστην ἐκπέμπειν ἄνδρας ἀξιοχρέους τοὺς κοινολογησομένους πρὸς αὑτὸν ὑπὲρ τῶν ἐνεστώτων.
王听完他们的陈述后,催促来使赶紧返回,并向监察官们表明,他自己将不停顿地进军并在帖格亚安营扎寨,而他认为他们应该尽速派遣可靠的人,就当前的事态与他进行商讨。
§4.23.4ποιησάντων δὲ τὸ προσταχθὲν τῶν ἀπαντησάντων, διακούσαντες τὰ παρὰ τοῦ βασιλέως οἱ προεστῶτες τῶν Λακεδαιμονίων §4.23.5ἐξέπεμψαν ἄνδρας δέκα πρὸς τὸν Φίλιππον οἳ καὶ πορευθέντες εἰς τὴν Τεγέαν καὶ παρελθόντες εἰς τὸ τοῦ βασιλέως συνέδριον, Ὠμίου προεστῶτος αὐτῶν, κατηγόρησαν μὲν τῶν περὶ τὸν Ἀδείμαντον ὡς αἰτίων γεγονότων τῆς κινήσεως, §4.23.6πάντα δʼ ὑπισχνοῦνται ποιήσειν αὐτοὶ τῷ Φιλίππῳ τὰ κατὰ τὴν συμμαχίαν, καὶ μηδενὸς ἐν μηδενὶ φανήσεσθαι δεύτεροι κατὰ τὴν πρὸς αὐτὸν εὔνοιαν τῶν δοκούντων ἀληθινῶν αὐτῷ φίλων ὑπάρχειν.
迎见王的人履行了命令,拉刻代蒙人的领袖们在听取了王的答复后,派遣了十人前往腓力处。 他们前往帖格亚,在奥米亚斯的带领下进入王的评议会,指控阿德曼图斯一派是此次动乱的祸首,并保证他们自己将为腓力履行盟约规定的一切义务,在对他的善意上绝不落后于任何被视为他真正朋友的人。
§4.23.7οἱ μὲν οὖν Λακεδαιμόνιοι ταῦτα καὶ τούτοις παραπλήσια διαλεχθέντες μετέστησαν, οἱ δὲ μετέχοντες τοῦ συνεδρίου διεφέροντο πρὸς ἀλλήλους ταῖς γνώμαις.
于是拉刻代蒙人在陈述了这些及类似的话后退席,而参与评议会的人则在意见上产生了分歧。
§4.23.8καὶ τινὲς μέν, εἰδότες τὴν κακοπραγμοσύνην τῶν ἐν τῇ Σπάρτῃ, καὶ πεπεισμένοι τοὺς περὶ τὸν Ἀδείμαντον ἀπολωλέναι διὰ τὴν πρὸς αὑτοὺς εὔνοιαν, τούς τε Λακεδαιμονίους ἐπιβεβλῆσθαι κοινοπραγεῖν τοῖς Αἰτωλοῖς, συνεβούλευον τῷ Φιλίππῳ παράδειγμα ποιῆσαι τοὺς Λακεδαιμονίους, χρησάμενον αὐτοῖς τὸν αὐτὸν τρόπον ὅνπερ Ἀλέξανδρος ἐχρήσατο Θηβαίοις εὐθέως παραλαβὼν τὴν ἀρχήν· §4.23.9ἕτεροι δὲ τῶν πρεσβυτέρων τὴν μὲν τοιαύτην ὀργὴν βαρυτέραν ἀπέφαινον εἶναι τῶν γεγονότων, ἐπιτιμῆσαι δὲ δεῖν τοῖς αἰτίοις, καὶ μεταστησάμενον τούτους ἐγχειρίσαι τὸ πολίτευμα καὶ τὰς ἀρχὰς τοῖς αὑτοῦ
有些人深知斯巴达人的恶行,确信阿德曼图斯一派是因为对己方的善意而死,且拉刻代蒙人企图与埃托利亚人同流合污,因而建议腓力拿拉刻代蒙人杀一儆百,用亚历山大在刚掌握政权时对待底比斯人的同样方式来对待他们;但长老中的另一些人则指出,这种愤怒对于发生的事态而言过于沉重,应当惩戒罪魁祸首,并在清除他们之后,将政权和官职交托给他的……

词汇与语法注释

  1. §4.23.1τοὺς κατηγορήσοντας ... καὶ παρακαλέσοντας — 表示目的的将来时分词。虽然前文及物动词 `ἔπεμπον` 的直接宾语(如“使者”等名词)被省略,但分词起到了名词性作用以补充这一角色。
  2. §4.23.1γινώσκειν δὲ διότι — 不定式 `γινώσκειν` 引导使者传达的指令。在句法上,它作为间接命令,依赖于主句中所隐含的派遣或请求的动词语气,表示使者应让王知晓的内容。
  3. §4.23.8τούς τε Λακεδαιμονίους ἐπιβεβλῆσθαι — 宾格加不定式(A.C.I.)结构。作为前文分词 `πεπεισμένοι`(确信)的宾语,表示他们确信“拉刻代蒙人企图……”。

引用这一段

波利比奥斯, 历史 §4.23.1-4.23.9. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.23.1-4.23.9

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。