§4.19.1κατὰ δὲ τοὺς καιροὺς τούτους ὁ τῶν Ἀχαιῶν στρατηγὸς Ἄρατος ἐξαπέστειλε μὲν πρὸς Φίλιππον παρακαλῶν βοηθεῖν, συνῆγε δὲ τοὺς ἐπιλέκτους, μετεπέμπετο δὲ παρὰ Λακεδαιμονίων καὶ Μεσσηνίων τοὺς διατεταγμένους κατὰ τὰς ὁμολογίας.
此时,阿开亚人的将军阿拉托斯派遣使者前往腓力处请求援助,同时召集精锐部队,并根据协定从拉刻代蒙人和美塞尼亚人那里召集指派的兵力。
§4.19.2οἱ δʼ Αἰτωλοὶ τὸ μὲν πρῶτον παρεκάλουν τοὺς Κλειτορίους ἀποστάντας τῶν Ἀχαιῶν αἱρεῖσθαι τὴν πρὸς αὑτοὺς συμμαχίαν.
埃托利亚人起初敦促克莱托尔人脱离阿开亚人,选择与他们结盟。
§4.19.3τῶν δὲ Κλειτορίων ἁπλῶς οὐ προσιεμένων τοὺς λόγους, προσβολὰς ἐποιοῦντο, καὶ προσερείδοντες τὰς κλίμακας τοῖς τείχεσι κατεπείραζον τῆς πόλεως.
但由于克莱托尔人斩钉截铁地拒绝了这一提议,他们便发动了进攻,将梯子架在城墙上,企图强攻城市。
§4.19.4ἀμυνομένων δὲ γενναίως καὶ τολμηρῶς τῶν ἔνδον, εἴξαντες τοῖς πράγμασιν ἀνεστρατοπέδευσαν, καὶ προαγαγόντες αὖθις ὡς ἐπὶ τὴν Κύναιθαν, ὅμως τὰ θρέμματα τῆς θεοῦ περισύραντες ἀπήγαγον.
但由于城内守军勇敢而果断地防守,他们不得不向形势妥协并撤营,再次向奇奈萨方向前进,但仍然强行掠走了女神的牲畜并带了回去。
§4.19.5καὶ τὸ μὲν πρῶτον παρεδίδοσαν τοῖς Ἠλείοις τὴν Κύναιθαν· οὐ βουλομένων δὲ προσδέξασθαι τῶν Ἠλείων, ἐπεβάλοντο μὲν διʼ αὑτῶν κατέχειν τὴν πόλιν, στρατηγὸν ἐπιστήσαντες Εὐριπίδαν,
起初,他们打算将奇奈萨移交给埃利斯人;但由于埃利斯人不愿接受,他们便企图由自己占领该城,并任命欧里庇达斯为将军。
§4.19.6μετὰ δὲ ταῦτα πάλιν δείσαντες ἐκ τῶν προσαγγελλομένων τὴν ἐκ Μακεδονίας βοήθειαν, ἐμπρήσαντες τὴν πόλιν ἀπηλλάγησαν, καὶ προῆγον αὖτις ὡς ἐπὶ τὸ Ῥίον, ταύτῃ κρίνοντες ποιεῖσθαι τὴν διάβασιν.
但此后,由于害怕传闻中来自马其顿的援助,他们放火烧毁了城市并离去,再次向着里翁前进,决定从那里渡海。
§4.19.7ὁ δὲ Ταυρίων, πυνθανόμενος τὴν τῶν Αἰτωλῶν εἰσβολὴν καὶ τὰ περὶ τὴν Κύναιθαν πεπραγμένα, θεωρῶν δὲ τὸν Δημήτριον τὸν Φάριον ἀπὸ τῶν νήσων εἰς τὰς Κεγχρεὰς καταπεπλευκότα, παρεκάλει τοῦτον βοηθῆσαι τοῖς Ἀχαιοῖς καὶ διισθμίσαντα τοὺς λέμβους ἐπιτίθεσθαι τῇ τῶν Αἰτωλῶν διαβάσει.
此时,陶里翁得知了埃托利亚人的入侵以及他们在奇奈萨周围的暴行,同时看到法罗斯的德米特里乌斯已从群岛航行至肯克雷艾,便敦促他援助阿开亚人,并将他的轻舟运过地峡,去袭击埃托利亚人的渡海点。
§4.19.8ὁ δὲ Δημήτριος λυσιτελῆ μέν, οὐκ εὐσχήμονα δὲ πεποιημένος τὴν ἀπὸ τῶν νήσων ἐπάνοδον, διὰ τὸν τῶν Ῥοδίων ἐπʼ αὐτὸν ἀνάπλουν, ἄσμενος ὑπήκουσε τῷ Ταυρίωνι, προσδεξαμένου ʼκείνου τὴν εἰς τὴν ὑπέρβασιν τῶν λέμβων δαπάνην.
德米特里乌斯由于罗得斯人对他发动的海战,使得他从群岛的归航虽然有利可图却并不体面,但他还是乐意地听从了陶里翁,因为后者承担了将轻舟运过地峡的费用。
§4.19.9οὗτος μὲν οὖν ὑπερισθμίσας, καὶ δυσὶ καθυστερήσας ἡμέραις τῆς τῶν Αἰτωλῶν διαβάσεως, προκατασύρας τινὰς τόπους τῆς παραλίας τῆς τῶν Αἰτωλῶν κατήχθη πάλιν εἰς τὴν Κόρινθον.
于是,他将轻舟运过了地峡,但比埃托利亚人的渡海晚了两天。 在先对埃托利亚沿海的某些地区进行了掠夺之后,他再次返航回到了哥林多。
§4.19.10Λακεδαιμόνιοι δὲ τὸ μὲν πέμπειν τὰς βοηθείας κατὰ τὴν διάταξιν ἐνεκάκησαν, βραχεῖς δέ τινας παντελῶς ἱππεῖς καὶ πεζούς, στοχαζόμενοι τοῦ δοκεῖν μόνον, ἐξέπεμψαν.
斯巴达人在按照协定派遣援军一事上玩忽职守,他们仅派出了极少数的骑兵和步兵,只是为了做做样子。
§4.19.11Ἄρατος δὲ τοὺς Ἀχαιοὺς ἔχων πολιτικώτερον ἢ στρατηγικώτερον ὑπὲρ τῶν παρόντων ἐβουλεύσατο·
而统领阿开亚人的阿拉托斯在面对当前的局势时,其考虑问题的方式更像一个政客,而非一个将军。
§4.19.12μέχρι γὰρ τούτου τὴν ἡσυχίαν ἦγε, προσανέχων καὶ μεμνημένος τῆς προγεγενημένης συμφορᾶς, ἕως οὗ πάντα διαπραξάμενοι κατὰ τὰς αὑτῶν προαιρέσεις οἱ περὶ τὸν Σκόπαν καὶ Δωρίμαχον ἐπανῆλθον εἰς τὴν οἰκείαν, καίπερ διὰ τόπων ποιούμενοι τὰς πορείας εὐεπιθέτων καὶ στενῶν καὶ μόνον σαλπιγκτοῦ δεομένων.
因为在此之前,他一直保持沉默,心怀顾忌并记着先前的惨败,直到斯科帕斯和多里马库斯一伙人在完全达成其意图后返回了祖国——尽管他们行军所经过的地方极易受到攻击、地势狭窄,且只需一名号兵[便可据守]。
§4.19.13Κυναιθεῖς δὲ μεγάλοις ἀτυχήμασιν ὑπʼ Αἰτωλῶν καὶ μεγάλαις συμφοραῖς περιπεσόντες ὅμως πάντων ἀνθρώπων ἔδοξαν ἠτυχηκέναι δικαιότατα.
然而,奇奈萨人虽然在埃托利亚人手中遭受了巨大的不幸和深重的灾难,但他们仍被视为所有人中最罪有应得地遭遇不幸的人。