Humanitext Reader

波利比奥斯 · 历史 §4.13.1-4.13.7

卡菲埃战后安葬与埃托利亚军撤退

第 290 段,共 1311 段 · 希腊语

内容简介

简述卡菲埃战斗的余波,包括美加洛波利斯人安葬死者、埃托利亚人撤军掠夺,以及盟国在科林斯召开会议,这标志着同盟战争的正式开始。

§4.13.1τον ἀπέβη τὸν τρόπον.
以这种方式结束了。
οἱ δὲ Μεγαλοπολῖται, συνέντες τοὺς Αἰτωλοὺς περὶ τὸ Μεθύδριον ἐστρατοπεδευκότας, ἧκον ἀπὸ σάλπιγγος πανδημεὶ βοηθοῦντες τῇ κατὰ πόδας ἡμέρᾳ τῆς μάχης, §4.13.2καὶ μεθʼ ὧν ζώντων ἤλπισαν κινδυνεύσειν πρὸς τοὺς ὑπεναντίους, τούτους ἠναγκάζοντο θάπτειν ὑπὸ τῶν ἐχθρῶν τετελευτηκότας.
而美加洛波利斯人得知埃托利亚人在梅西德里翁附近安营扎寨后,在战斗发生后的第二天,便在军号声中举城前来驰援,他们曾渴望与那些活着的人共同抗击敌人、同舟共济,如今却不得不为这些已被敌人夺去生命的人收尸埋葬。
§4.13.3ὀρύξαντες δὲ τάφρον ἐν τῷ τῶν Καφυέων πεδίῳ, καὶ συναθροίσαντες τοὺς νεκρούς, ἐκήδευσαν μετὰ πάσης φιλοτιμίας τοὺς ἠτυχηκότας.
他们在卡菲埃的平原上挖了一条沟,聚集了死者的尸体,怀着极大的敬意安葬了这些不幸的人。
§4.13.4οἱ δʼ Αἰτωλοὶ παραδόξως διʼ αὐτῶν τῶν ἱππέων καὶ τῶν ψιλῶν ποιήσαντες τὸ προτέρημα, λοιπὸν ἤδη μετʼ ἀσφαλείας διὰ μέσης Πελοποννήσου διῄεσαν.
而埃托利亚人出人意料地仅凭自己的骑兵和轻装兵就取得了胜利,此后便安全地穿过伯罗奔尼撒半岛的中部。
§4.13.5ἐν ᾧ καιρῷ καταπειράσαντες μὲν τῆς Πελληνέων πόλεως, κατασύραντες δὲ τὴν Σικυωνίαν χώραν, τέλος κατὰ τὸν Ἰσθμὸν ἐποιήσαντο τὴν ἀπόλυσιν.
在此期间,他们曾企图攻打佩莱内城,并劫掠了西库昂的领土,最后经由地峡撤兵。
§4.13.6τὴν μὲν οὖν αἰτίαν καὶ τὴν ἀφορμὴν ὁ συμμαχικὸς πόλεμος ἔσχεν ἐκ τούτων, τὴν δʼ ἀρχὴν ἐκ τοῦ μετὰ ταῦτα γενομένου δόγματος ἁπάντων τῶν συμμάχων·
因此,同盟战争的起因和契机源于这些事件,但其正式开始则源于此后全体盟国所通过的决议。
§4.13.7οἳ συνελθόντες εἰς τὴν τῶν Κορινθίων πόλιν ἐπεκύρωσαν τὸ διαβούλιον διαπροστατεύσαντος Φι
他们聚集在科林斯城,在菲[力...的主导下,批准了这一决议。 ]

词汇与语法注释

  1. 4.13.1ἀπὸ σάλπιγγος — 前置词 ἀπό 表示直接的契机或信号,意为“在军号声中”或“一听到号角声就”。
  2. 4.13.1τῇ κατὰ πόδας ἡμέρᾳ τῆς μάχης — 习惯短语 τῇ κατὰ πόδας ἡμέρᾳ(意为“紧接着的一天,第二天”)由属格 τῆς μάχης(“战斗”)修饰。
  3. 4.13.2μεθʼ ὧν ζώντων ἤλπισαν κινδυνεύσειν — 关系代词 ὧν 因受前置词 μετά 的支配而同化为属格(格吸引),而非采取其先行词 τούτους 的宾格。分词 ζώντων 起谓语性作用(“当他们活着的时候”)。
  4. 4.13.7διαπροστατεύσαντος Φι — 属格独立结构。不定过去时分词 διαπροστατεύσαντος 的主语是未写完的专有名词 Φι(即马其顿国王菲力五世的属格 Φιλίππου 的缩写)。

引用这一段

波利比奥斯, 历史 §4.13.1-4.13.7. Humanitext Reader, https://reader.humanitext.ai/zh/text/urn:cts:greekLit:tlg0543.tlg001.humanitext-grc2:4.13.1-4.13.7

请注明译文为AI草稿以及访问日期。

译文、注释与简介为AI生成的草稿,并根据读者反馈持续修订。