§4.11.1Μεθύδριον τῆς Μεγαλοπολίτιδος·
美塞德里翁,位于梅加洛波利斯境内。
οἱ δὲ τῶν Ἀχαιῶν ἡγεμόνες, συνέντες τὴν παρουσίαν τῶν Αἰτωλῶν, οὕτως κακῶς ἐχρήσαντο τοῖς πράγμασιν ὥσθʼ ὑπερβολὴν ἀνοίας μὴ καταλιπεῖν.
然而,亚该亚人的将领们在得知埃托利亚人出现后,却把事情处理得如此糟糕,以至于不留余地地表现出了极度的愚蠢。
§4.11.2ἀναστρέψαντες γὰρ ἐκ τῆς Κλειτορίας κατεστρατοπέδευσαν περὶ Καφύας.
因为他们从克莱托里亚折返,在卡菲埃附近驻扎下来。
§4.11.3τῶν δʼ Αἰτωλῶν ποιουμένων τὴν πορείαν ἀπὸ Μεθυδρίου παρὰ τὴν τῶν Ὀρχομενίων πόλιν, ἐξάγοντες τοὺς Ἀχαιοὺς ἐν τῷ τῶν Καφυέων πεδίῳ παρενέβαλον, πρόβλημα ποιούμενοι τὸν διʼ αὐτοῦ ῥέοντα ποταμόν.
当埃托利亚人正从美塞德里翁出发,经过奥尔霍梅诺斯人的城市时,亚该亚将领们把亚该亚人带到卡菲埃的平原上并排开阵势,以流经该平原的河流作为屏障。
§4.11.4οἱ δʼ Αἰτωλοὶ καὶ διὰ τὰς μεταξὺ δυσχωρίας — ἦσαν γὰρ ἔτι πρὸ τοῦ ποταμοῦ τάφροι καὶ πλείους δύσβατοι — καὶ διὰ τὴν ἐπίφασιν τῆς ἑτοιμότητος τῶν Ἀχαιῶν πρὸς τὸν κίνδυνον τοῦ μὲν ἐγχειρεῖν τοῖς ὑπεναντίοις κατὰ τὴν ἐξ ἀρχῆς πρόθεσιν ἀπεδειλίασαν, §4.11.5μετὰ δὲ πολλῆς εὐταξίας ἐποιοῦντο τὴν πορείαν ὡς ἐπὶ τὰς ὑπερβολὰς ἐπὶ τὸν Ὀλύγυρτον, ἀσμενίζοντες, εἰ μή τις αὐτοῖς ἐγχειροίη καὶ βιάζοιτο κινδυνεύειν.
而埃托利亚人一方面由于其间的艰难地形——因为在河流前方还有数条难以逾越的沟壑——另一方面由于亚该亚人表现出的临战准备,便在按照原定计划袭击对手这件事上退缩了,他们以极佳的秩序朝着通往奥利吉尔托斯山的隘口前进,庆幸于没有人袭击他们或强迫他们冒险交战。
§4.11.6οἱ δὲ περὶ τὸν Ἄρατον, τῆς μὲν πρωτοπορείας τῶν Αἰτωλῶν ἤδη προσβαινούσης πρὸς τὰς ὑπερβολάς, τῶν δʼ ἱππέων οὐραγούντων διὰ τοῦ πεδίου καὶ συνεγγιζόντων τῷ προσαγορευομένῳ Πρόποδι τῆς παρωρείας, ἐξαποστέλλουσι τοὺς ἱππεῖς καὶ τοὺς εὐζώνους, Ἐπίστρατον ἐπιστήσαντες τὸν Ἀκαρνᾶνα, καὶ συντάξαντες ἐξάπτεσθαι τῆς οὐραγίας καὶ καταπειράζειν τῶν πολεμίων.
而阿拉图斯一行,在埃托利亚人的前锋已经开始向隘口攀登,而其骑兵则在平原上殿后并接近被称为山麓(普罗普斯)的地方时,派出了他们的骑兵和轻装步兵,任命阿卡纳尼亚人埃皮斯特拉托斯为指挥官,并命令他们紧咬敌军后卫并骚扰敌人。
§4.11.7καίτοι γʼ εἰ μὲν ἦν κινδυνευτέον, οὐ πρὸς τὴν οὐραγίαν ἐχρῆν συμπλέκεσθαι, διηνυκότων ἤδη τῶν πολεμίων τοὺς ὁμαλοὺς τόπους, πρὸς δὲ τὴν πρωτοπορείαν, εὐθέως ἐμβαλόντων εἰς τὸ πεδίον.
然而,如果必须要冒险交战,他们就不应该在敌军已经穿过平坦地带之后去与后卫交手,而应该在其前锋刚刚进入平原时就与之交战。
§4.11.8οὕτως γὰρ ἂν τὸν ἀγῶνα συνέβη γενέσθαι τὸν ὅλον ἐν τοῖς ἐπιπέδοις καὶ πεδινοῖς τόποις, οὗ τοὺς μὲν Αἰτωλοὺς δυσχρηστοτάτους εἶναι συνέβαινε διά τε τὸν καθοπλισμὸν καὶ τὴν ὅλην σύνταξιν, τοὺς δʼ Ἀχαιοὺς εὐχρηστοτάτους καὶ δυναμικωτάτους διὰ τἀναντία τῶν προειρημένων.
因为这样一来,整个战斗就会在平坦开阔的地面上进行,在那里,埃托利亚人由于其装备和整体编制会显得最不便发挥,而亚该亚人则会因与上述相反的原因而最为得心应手且最强而有力。
§4.11.9νῦν δʼ ἀφέμενοι τῶν οἰκείων τόπων καὶ καιρῶν εἰς τὰ τῶν πολεμίων προτερήματα συγκατέβησαν.
然而现在,他们放弃了自己适宜的地点和时机,陷于敌人的优势之中。
τοιγαροῦν ἀκόλουθον
因此,接踵而来的结果