§39.6.1ὅτι ὁ στρατηγὸς τῶν Ῥωμαίων μετὰ τὸ χωρισθῆναι ἐξ Ἀχαΐας τὸ συνέδριον, ἐπισκευάσας τὸν ἐν Ἰσθμῷ τόπον καὶ κοσμήσας τὸν ἐν Ὀλυμπίᾳ καὶ Δελφοῖς νεὼν ταῖς ἑξῆς ἡμέραις ἐπεπορεύετο τὰς πόλεις, τιμώμενος ἐν ἑκάστῃ καὶ τυγχάνων τῆς ἁρμοζούσης χάριτος.
罗马将领在使节团离开阿开亚后,修整了地峡的场所,并装饰了奥林匹亚和德尔斐的神殿,在随后的日子里巡视了各城市,在每个城市都受到尊敬并获得相称的感谢。
§39.6.2εἰκότως δὲ τιμᾶσθαι συνέβαινεν αὐτὸν καὶ κοινῇ καὶ κατʼ ἰδίαν· §39.6.3καὶ γὰρ ἐγκρατῶς καὶ καθαρῶς ἀνεστράφη καὶ πρᾴως ἐχρήσατο τοῖς ὅλοις πράγμασι, μέγαν καιρὸν ἐν τοῖς Ἕλλησιν ἔχων καὶ μεγάλην ἐξουσίαν.
因此,他无论在公在私都受到尊崇,乃是理所当然的事;因为他举止自律而清廉,温和地处理了所有事务,尽管他在希腊人中拥有巨大的机遇和极大的权力。
§39.6.4καὶ γὰρ ἐν οἷς ἐδόκει παρεωρακέναι τι τῶν καθηκόντων, ἐμοὶ μὲν οὐκ ἐφαίνετο διʼ ἑαυτὸν τοῦτο πεποιηκέναι, διὰ δὲ τοὺς παρακειμένους φίλους.
事实上,在那些他似乎忽略了某些职责的地方,在我看来,他这样做并非出于他自己,而是因为他身边的朋友们。
§39.6.5τοῦτο δʼ ἦν ἐκφανέστατον ἐν τοῖς τῶν Χαλκιδέων ἱππεῦσιν, οὓς ἀνεῖλεν.
这一点在他所处死的哈尔基斯骑兵一事中最为明显。